Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

οῦ αὐτοῦ. Ματαιότης (86) ἐστὶν ἕξις λειρίστη ικῆς ψυχῆς, καθʼ ἢν τὰς φθαρτὰς ἡδονὰς προαιμένη τῶν ἀϊδίων καὶ ἀφθάρτων καταφρονεῖ. Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι· αι τῶν ὀρέων, καὶ καπνισθήσονται, κ. τ. ἑ. φή ἐστι (87) Θεοῦ διδασκαλία πνευματικὴ, τὸν ἐκ ς κακίας ἀποκείμενον καπνὸν ταῖς ψυχαῖς ἐξελαύσα.

Ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις τοὺς, κ. τ. ἑ. Ταῦτα τὰ βέλη (88) ἀντίκεινται τοῖς πυρωμένοις βέλεσι τοῦ ἐχθροῦ.

Ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ ρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ταιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεβιὰ ἀδικίας, τ. ἐ. Τῶν ἑτεροδόξων (89) διὰ μεγάλα δόγματα [*](39 Psal. xlviii, 13.) [*]((82) Δύναται τοῦτο, etc. Catena Corderii.) [*]((83) Γῆ ζώντων, etc. Eadem.) [*]((84) Ὁ διδαχθείς, etc. Schedæ Grabii.) [*]((85) Ἐπεὶ ἄνθρωπος, etc. Catena Corderii.) [*]((86) Ματαιότης, etc. Schedæ Grabii.) [*]((87) Ἁφή ἐστιν, etc. Eædem.) [*]((88) Ταῦτα τὰ βέλη, etc. Eædem.) [*]((89) Τῶν ἑτεροδόξων, etc. Gatena Corderii.)

1672
ἐλάλησε τὸ στόμα ματαιότητα, διὰ δὲ τὰς πράξεις πονηρὰς ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Οἱ ἀλλότριοι δὲ υἱοὶ οἴονταί τινα εἶναι δεξιὰ, ἅτινα ἀδικίας ἐστί· διὸ καὶ ὁ διάβολος ἵσταται ἐκ δεξιῶν αὐτῶν, ὡς καὶ τοῦ Ἰούδα.

Τοῦ αὐτοῦ. Καὶ ὁ προφήτης (90) φησί· « Πλῆν κρίμα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; » Καὶ πάλιν ὁ Δαυῒδ φησι· « Παῤ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν ὁρῶν. »

Ὁ Θεὺς, ᾠδὴν καινὴν ᾄσομαί σοι, κ. τ. ἑ. Ὁ τὴν καινὴν (91) Διαθήκην διατιθέμενος, τὴν καινὴν ᾠδὴν ᾄδει τῷ Θεῷ· ἢ ὁ τὸν καινὸν ἄρτον τῆς καινῆς Διαθήκης, καὶ τὸ ποτήριον ἀπὸ τοῦ Ἰησοῦ ἐν τῷ ἀνωγαίῳ λαβών.