Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

ὐλογητὸς Κόριος ὁ Θεός μου, ὁ διδάσκων τὰς άς μου εἰς παράταξιν, τοὺς δακτύλους μου πόλεμον, κ. τ. ἑ. Ὁ διδαχθεὶς (84) παρὰ Κυρίου πρὸς τὴν ἀντικειμένην δύναμιν πόλεμον ἐπίσταλόγους ἀρετῶν καὶ κακιῶν, καὶ διαφορὰς λογιῶν, γνωρίσματά τε ἀθεῒας καὶ ὅρους αὐτῆς, ἔτι καὶ τῶν νυκτερινῶν φαντασμάτων καὶ ἐνυπνίων ώσκει τοὺς λόγους, ὧν οἱ μὲν ἀπὸ τοῦ λογικοῦ ους γίνονται τῆς ψυχῆς, κινουμένης τῆς μνής, οἱ δὲ ἀπὸ τοῦ θυμικοῦ, ἕτεροι δὲ ἀπὸ τοῦ ἐπιιητικοῦ· ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν α΄ εἰλήφαμεν.

Ανθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐὡσεὶ σκιὰ παράγουσι, κ. τ. ἑ. Ἐπεὶ « ἄνθρω (85) ἐν τιμῇ ὤν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς νεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς, αἱ ἡμέαὐτοῦ ὡσεὶ σκιὰ παράγουσι. » Τὰ γὰρ ἐνταῦθα σὶν ἔοικε παίζουσιν. Ὁ σήμερον γὰρ δικάζων ηκεν αὕριον δικαζόμενος, καὶ ὁ σοβαρὸς ἐν τῷ ειν, ὑπὸ δημίου πολλάκις ἀπαγόμενος, καὶ ὁ ύσιος ἐν πενίᾳ, καὶ ὁ ἀνέλπιστος καὶ ἀνώνυμος λάκις τῶν ὅλων κρατῶν. Καὶ πυκναὶ αἱ μεταβολαὶ ἀνώμαλοι αἱ μεταστάσεις.

οῦ αὐτοῦ. Ματαιότης (86) ἐστὶν ἕξις λειρίστη ικῆς ψυχῆς, καθʼ ἢν τὰς φθαρτὰς ἡδονὰς προαιμένη τῶν ἀϊδίων καὶ ἀφθάρτων καταφρονεῖ. Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι· αι τῶν ὀρέων, καὶ καπνισθήσονται, κ. τ. ἑ. φή ἐστι (87) Θεοῦ διδασκαλία πνευματικὴ, τὸν ἐκ ς κακίας ἀποκείμενον καπνὸν ταῖς ψυχαῖς ἐξελαύσα.

Ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις τοὺς, κ. τ. ἑ. Ταῦτα τὰ βέλη (88) ἀντίκεινται τοῖς πυρωμένοις βέλεσι τοῦ ἐχθροῦ.

Ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ ρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ταιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεβιὰ ἀδικίας, τ. ἐ. Τῶν ἑτεροδόξων (89) διὰ μεγάλα δόγματα [*](39 Psal. xlviii, 13.) [*]((82) Δύναται τοῦτο, etc. Catena Corderii.) [*]((83) Γῆ ζώντων, etc. Eadem.) [*]((84) Ὁ διδαχθείς, etc. Schedæ Grabii.) [*]((85) Ἐπεὶ ἄνθρωπος, etc. Catena Corderii.) [*]((86) Ματαιότης, etc. Schedæ Grabii.) [*]((87) Ἁφή ἐστιν, etc. Eædem.) [*]((88) Ταῦτα τὰ βέλη, etc. Eædem.) [*]((89) Τῶν ἑτεροδόξων, etc. Gatena Corderii.)

1672
ἐλάλησε τὸ στόμα ματαιότητα, διὰ δὲ τὰς πράξεις πονηρὰς ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Οἱ ἀλλότριοι δὲ υἱοὶ οἴονταί τινα εἶναι δεξιὰ, ἅτινα ἀδικίας ἐστί· διὸ καὶ ὁ διάβολος ἵσταται ἐκ δεξιῶν αὐτῶν, ὡς καὶ τοῦ Ἰούδα.

Τοῦ αὐτοῦ. Καὶ ὁ προφήτης (90) φησί· « Πλῆν κρίμα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; » Καὶ πάλιν ὁ Δαυῒδ φησι· « Παῤ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν ὁρῶν. »

Ὁ Θεὺς, ᾠδὴν καινὴν ᾄσομαί σοι, κ. τ. ἑ. Ὁ τὴν καινὴν (91) Διαθήκην διατιθέμενος, τὴν καινὴν ᾠδὴν ᾄδει τῷ Θεῷ· ἢ ὁ τὸν καινὸν ἄρτον τῆς καινῆς Διαθήκης, καὶ τὸ ποτήριον ἀπὸ τοῦ Ἰησοῦ ἐν τῷ ἀνωγαίῳ λαβών.

Ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱθδρυμένα ἐν τῇ νεότητι αὐτῶν, κ. τ. ἑ. Τοῦ μὲν διὰ τὸ (92) φοβεῖσθαι τὸν Κύριον μακαρίου οἱ υἱοὶ « ὡσεὶ νεόφυτά » εἰειν « ἐλαιῶν κύκλῳ τῆς τραπέζης » αὐτοῦ· τῶν δὲ ἀλλοτρίων υἱῶν οἱ υἱοὶ « ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. » Κἀκείνῳ μὲν οὖν οὐκ εἰσὶ θυγατέρες, τούτοις δὲ κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Κἀκείνῳ μέν εἰσιν υἱοὶ υἱῶν, τούτοις δὲ οὐχί. Ἔτι ἐκείνῳ μὲν οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη· τούτων δὲ « ταμσῖα πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο. » Καὶ κατὰ τὸ Εὐαγγέλιον δὲ τοῖς τρεφομένοις ὑπὸ τοῦ οὐρανίου Πατρὸς πετεινοῖς τοῦ οὐρανοῦ οὐκ ἔστι ταμιεῖον οὐδὲ ἀποθήκη. Καὶ πάλιν τούτοις ἐστὶ πρόβατα πολυτόκα πληθύνοντα οὐκ ἐν ἄλλοις τισὶν ἢ ταῖς ἐξόδοις αὐτῶν, καὶ βόες παχεῖς. ὁποῖοι οἱ τῆς Αἰγυπτίας εὐθηνίας.

Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι, κ. τ. ἑ. Μακαριότης (93) ἀδίκων ἐστὶ βίος ἀπενθὴς μετὰ χρημάτων πολλῶν· δικαίων δὲ μακαριότης ἀπάθεια ψυχῆς μετὰ γνώσεως Θεοῦ.