Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐξάγαγε ἐκ φυλακῆς τὸν ψυχήν μου. κ. τ. ἑ. Οὐ πάντων (76) ἐστὶ τὸ λέγειν· « Ἔκβαλε ἐκ φυλακῆς τὴν ψυχήν μου, » εἰ μὴ τῶν δυναμένων διὰ καθαρότητα καὶ χωρὶς τοῦ σώματος τούτου ἐπιβαλεῖν τῇ θεωρίᾳ τῶν γεγονότων.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου· ἐνώτισπι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, κ. τ. ἑ. Ὁ θαρῤῶν (77) ὅτι ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖ τὸν Θεὸν καὶ οὐκέτι ἐν τύπῳ, λέγοι ἂν τὸ, « Ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, κ. τ. ἑ. Ἐπὰν κρίνηται (78) μετὰ τοῦ ἀνθρώπου ὁ Κύριος, καὶ λέγη· « Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε; » οὐδεὶς ζῶν δικαιωθήσεται· ἐνώπιον μὲν γὰρ Κυρίου οὐ δικαιωθήσεται πᾶς ζῶν· ἐνώπιον δὲ ἀνθρώπων οὐ μόνον ἀδίκων, ἀλλὰ καὶ ἄλλων ὁκαίων ἔσθʼ ὅτε. Τὰ δὲ αἴτια τοῦ μὴ δικαιοῦσθαι ἐπι φέρει συγγενῶς τῷ στίχῳ τούτῳ· « Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. »

Ἡ ψυχύ μου ὡς γῆ ἄνυδρός σοι, κ. τ. ἑ. Γῆ ἄνυδρός (79) ἐστι ψυχὴ καθαρὰ πνευματικὴν γνῶσιν ἐπιζητοῦσα.

Ταχὺ εἰσάκοτσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου, κ. τ. ἑ. Ἐπὶ πλεῖον (80) ἀκηδιῶν ἐκλείπει τὸ πνεῦμα τοῦ ἀνθρώπου. Τούτῳ δὲ ὅμοιον τὸ, « Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου. »