Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου. μερίς μου εἶ ἐν γῇ ζώντων, κ. τ. ἑ. Εἰ ὁ Κύριος (74) ἡμῶν σοφία ἐστὶ, καὶ μερὶς δὲ τῶν ζώντων αὐτός· ἡ μερὶς ἄρα τῶν ζώντων ἡ σοφία ἐστὶ, καθʼ ἢν καὶ χρηματίζουσι ζῶντες, ἥτις ἐστὶν ὁ Χριστός.

Ῥῦσαί με ἐκ τῶν καταδιωπόντων με, κ. τ. ἑ. Πειρασμοὶ (75) συνεχεῖς καταδιώκουσι τὸν νοῦν ἀπὸ γνώσεως.

Ἐξάγαγε ἐκ φυλακῆς τὸν ψυχήν μου. κ. τ. ἑ. Οὐ πάντων (76) ἐστὶ τὸ λέγειν· « Ἔκβαλε ἐκ φυλακῆς τὴν ψυχήν μου, » εἰ μὴ τῶν δυναμένων διὰ καθαρότητα καὶ χωρὶς τοῦ σώματος τούτου ἐπιβαλεῖν τῇ θεωρίᾳ τῶν γεγονότων.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου· ἐνώτισπι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, κ. τ. ἑ. Ὁ θαρῤῶν (77) ὅτι ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖ τὸν Θεὸν καὶ οὐκέτι ἐν τύπῳ, λέγοι ἂν τὸ, « Ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου.