Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εν ὀδῷ ταύτῃ ῇ ἐπορευόμην ἔκρυψαν παγίδα κ. τ. ἑ. Πάσαις οἱ ἐχθροὶ (72) ἡμῶν ἐπιβουλεύταῖς ἀρεταῖς· καὶ ἐν μὲν τῇ ἀνδρείᾳ κρύπτουσι τῆς δειλίας παγίδα, καὶ ἐν τῇ πραότητι ἐμβάλσι τὴν θρασύτητα, καὶ ἐν τῇ ἐλεημοσύνῃ τὸ μὴ τὸν Θεὸν, ἀλλὰ διὰ τοὺς ὁρῶντας ἐλεεῖν· καὶ ἐν [*](II Cor. ii, 15.) [*]((60) Τούτου, etc. Istud scholion necnon duo se- utia in hunc psalmum fragmenta exhibent ScheGrabii.) [*]((70) Ὡς φύσιν, etc. Catena Corderii.) [*]((71) Ὁ μόνα, etc. Eadem.) [*]((72) Πάσαις οἱ ἐχθροί, etc. Schedæ Grabii.)

1668
τῇ νηστείᾳ, τὸ διὰ τοὺς ἀνθρώπους νηστεύειν. Καὶ ταῦτα μὲν ἐπὶ τῆς πρακτικῆς· τί δʼ ἄν τις εἴποι καὶ ἐπὶ τῆς θεωρίας, ὁπόσας παγίδας οἱ ἐχθροὶ διὰ τῶν αἱρέσεων τοῖς ὀρθοδόξοις δόγμασι;

Ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου, κ. τ. ἑ. Ὁ ἀπολέσας (73) τὴν φυγὴν ταύτην οὐ δύναται εἰπεῖν· « Ἐν θλίψει ἐπλάτυνάς μοι. »

Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου. μερίς μου εἶ ἐν γῇ ζώντων, κ. τ. ἑ. Εἰ ὁ Κύριος (74) ἡμῶν σοφία ἐστὶ, καὶ μερὶς δὲ τῶν ζώντων αὐτός· ἡ μερὶς ἄρα τῶν ζώντων ἡ σοφία ἐστὶ, καθʼ ἢν καὶ χρηματίζουσι ζῶντες, ἥτις ἐστὶν ὁ Χριστός.