Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Κόριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου καὶ τίς κατασκηνώσει ἐν τῷ ὅρει τῷ ἁγίῳ σου, κ. τ. ἑ. « Πολλὰ παρῴκησεν (21) ἡ ψυχή μου, » ἀλλαχοῦ λέγει, διδάσκων, ὅτι πολλά τις παροικεῖ, ἕως οὗ ἔλθῃ εἰς τὸ ἅγιον ὅρος τοῦ Θεοῦ.

Τοῦ αὐτοῦ. Ὄρος ἅγιόν ἐστιν (22) ἡ γνῶσις τοῦ Χριστοῦ, ἥτις ἐστὶ θεωρία τῶν γεγονότων. Ὅρος ἅγιον τὴν Ἱερουσαλήμ φησιν. Οὕτω δὲ καὶ πυθόμενος δέχεται τὴν ἀπόκρισιν.

Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην· λαλῶν ἀλήθειαν ἐν καρδᾳ αὐτοῦ, κ. τ. ἑ. Τὸ, « πορευόμενος (23) ἄμωμος,» ζηλώσεις νοήσας τὸ περὶ Ἀβραὰμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος. Καὶ ἡμῖν γὰρ τὰ αὐτὰ ἐν ταῖς Γραφαῖς ἐλάλησεν ἁγίαις, καὶ ἐὰν νοήσαντες ποιήσωμεν, ἠκούσαμεν Θεοῦ, καὶ ἐπορεύθημεν καθάπερ ἐλάλησεν ἡμῖν. « Καὶ ἐργαζόμενος δικαιοσύνην. » Περικείμενος τούτῳ ἐρεῖς· Ἐργαζόμενος σωφροσύνην, ὁμοίως ἀνδρείαν, ὁμοίως φρόνησιν, ὁμοίως εὐσέβειαν, ὁμοίως σοφίαν, καὶ λοπὰς ἀρετάς. Τοῦτο δέ ἐστι καὶ τὸ ἐργάζεσθαι τὴν ἑαυτοῦ γῆν, ἐπὶ τῷ πλησθῆναι ἅρτων. Κάῖν δὲ, δέον ἐργάζεσθαι δικαιοσύνην, ἤ τινα τῶν ἀρετῶν, ἥ τὴν ἑαυτοῦ γῆν, ὅδε εἰργάζετο τὴν γῆν οὐ τὴν ἑαυτοῦ.

[*](88 Isa. LII, 10. 89 Psal. XCVII, 2. 40 Psal. LXXXIV, 8. 41 Psal. CXIX, 5.)[*](lgit Dominus brachium surm sonetum in conspetu omnium centium, et cognoscent omnes fines terræ satutare Dei ostri. Omnibus igitur gentibus revelatum est, et ab omnibus cognitum est. Et rursum in Psalmis Spiritus sanctuis exclamat: Camare Domaao canticum novum, quia mirabilia fecit. Ostendit Domnus salutare subm, in conspectu gentium rerelert justitiam suam. Et rursum: Annuntiate in genuibas gloriam ejus, et ln omnibus populis salutare ejus. ἐt rursum : Ostende nobis, Domine, misercordiamæ tuam, et salutare tuum da nobis. »)[*]((21) Πολλὰ παρῴκησεν, etc. Schedæ Grabii.)[*]((22) Ὄρος ἅγιόν ἐστιν, etc. Eædem.)[*]((23) Τὸ, πορευόμενος, etc. Schedæ Grabii, ac Barbarus, partimque Corderius.)
1209

Τοῦ αὐτοῦ. Ὁ κατὰ τὸν (24) ἐντὸς, φησὶν, ἅνθρωπον καὶ κατὰ τὸν ἐκτὸς ἀπηλλαγμένος πάσης κακίας καὶ μώμου παντὸς, πᾶσαν δὲ ἀρετὴν μεττιών.

Ὅς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν, κ. τ. ἑ. Ὡς καὶ οἱ διάκονοι (25) τοῦ Σατανᾶ, ὅτε μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. « Καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν. » Ἐὰν μὴ πάντες ἅνθρωποι ὦσι πλησίον, οὐκ ἀπαγορεύει ἡ λέξις ποιεῖν τοῖς μὴ πλησίον κακόν. Τὸ δʼ ὅμοιον καὶ ἐπὶ τοῦ, Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἕγγιστα αὐτοῦ. » Ὁ ἀνεπιλή πτως βιοὺς ὀνειδισμοὺς οὐ λαμβάνει ἐπὶ τοὺς ἕγγιστα αὐτοῦ· ὁ ἐν συμφορᾷ τοῦ πλησίον μὴ ἐπικερτομήσας, μηδὲ ἐπιχαρεὶς πτώματι ἀλλοτρίῳ, ἀλλὰ συναλγῶν· ἥ ὁ μὴ ὀνειδίσας τὸν ἕγγιστα, ὡς ὁ Φαρισαῖος τὸν τελώνην, ἢ ὁ μὴ ὀνειδισθεὶς ἐπὶ τοῖς ἔγγιστα, ὡς ὁ Ἠλεὶ ἐπὶ τοῖς τέκνοις, ἢ καὶ ἁπλῶς ὁ ἀνεπιλήπτως βιούς.