Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἡκόνησαν τὴν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, κ. τ. ἑ. Τὸν ὀξύτατον (65) λογισμὸν ἡκονημένον λέγει. Τοιοῦτος δὲ καὶ ὁ πρὸς βλασφημίαν τὸν νοῦν ὑφαρπάζων λογισμός.

Οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου, κ. τ. ἑ. Ἀλλὰ καὶ (66) τὰ φαῦλα νοήματα πολλάκις οἱ δαίμονες οὐ γυμνὰ ἀποτίθενται ἡμῖν, ἵνα μὴ ὁ νοῦς ἄντικρυς τὸ ἅλογον αὐτῶν θεασάμενος, τοὺς λογισμοὺς ἀποῤῥίψῃ· ἀλλὰ μετά τινων ἄλλων χρηστοφανῶν νοημάτων τὰ πονηρὰ νοήματα ἐπισπείρουσι· καὶ τοῦτο μόνον ἐπὶ τῶν τελείων ποιοῦσι, τῶν μὴ ἐχόντων πάθη· τοῖς γὰρ ἐμπαθέσι καὶ ἀκαθάρτοις καὶ φανερῶς ἐμβάλλουσι τοὺς λογισμοὺς, οὓς ἀπώσασθαι ἀδυνατοῦσιν.

Πεσοῦνται ἐπʼ αὐτοὺς ἄνθρακες πυρὸς, κ. τ. ἑ. Τοῦτο τὸ (67) πῦρ καὶ οἱ ἄνθρακες κατακαίουσι ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις καταναλίσκοντα.

Ἔγνων, ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ, καὶ τὴν δίκην τῶν πενήτων, κ. τ. ἑ. Προφητεία (68) τοῦτο περὶ τῆς μελλούσης κρίσεως. καθʼ ἣν τῶν ἀσεβῶν τῷ πυρὶ παραδιδομένων εἰς ἄνεσιν οἱ δίκαιοι παραληφθήσονται. Ἐντεῦθεν καὶ Σολομὼν ὠφεληθεὶς εἶπεν· « Ὅτι πᾶν τὸ ποίημα ὁ Θεὸς ἄξει εἰς κρίσιν. » Εἰς χρηστὸν δὲ τέλος κατέληξεν, ἐπεὶ καὶ « εἰς τέλος » ἐπιγέγραπται, τὴν [*]((65) Τὸν ὀξύτατον, etc. Eædem.) [*]((66) Ἀλλὰ καί, etc. Eædem.) [*]((67) Τοῦτο τό, etc. Eædem.) [*]((68) Προφητεία, etc. Catena Corderii.)

1665
ιειμένην τοῖς δικαίοις λέγων ἐλπίδα. « Κατοικήτν εὐθεῖς σὺν τῷ προσώπῳ σου. » Ἀντὶ δὲ « σὺν τροσώπῳ σου » ὁ Σύμμαχος « παρὰ τῷ προσώσου » λέγει, τὸ κεκαθαρμένῃ διανοίᾳ πρόσωπον ς πρόσωπον ὁρᾷν τοῦ Θεοῦ.