Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἰδοὺ, Κύριε, σὺ ἕγνως πάντα τὰ ἔσχατα κοὶ τὰ ἀρχαῖα, κ. τ. ἑ. Ἐπίσκεψαι (52) διὰ τί τὰ μέσα παρασεσιώπηται· διὰ τὸ τὴν κακίαν εἶναι ἐν τῷ μεταξὺ, οὕτε ἐν τῇ ἀρχῇ, οὕτε ἐν τῷ τέλει ὑπάρχουσαν.

Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτὴν, κ. τ. ἑ. Φωνὴ πολλοὺς (53) ὠφελήσαντος διδασκάλου σοφοῦ, τὰ θαυμάσια τῆς γνώσεως μυστήρια οἰκονομήσαντος.

Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾄδην, πάρει, κ. τ. ἑ. Ὡς δυνάμενος πορεύεσθαι (54) καὶ φυγεῖν εἰς οὐρανὸν καὶ εἰς ᾄδην. καὶ ἵπτασθαι εἰς τὰ ἕσχατα τῆς θαλάσσης, ταῦτά φησιν· εἰκὸς δὲ καθʼ ἑαυτὴν γενομένην δύνασθαι τὴν ψυχήν. Συνεξετάσεις δὲ τούτοις τὰ ἐκ τοῦ Δευτερονοὕτως [*]((51) Γλῶσσαν, etc. Schedæ Grabii.) [*]((52) Ἐπίσκεψαι, etc. Catena Corderii.) [*]((53) Φωνὴ πολλούς, etc. Eadem.) [*]((54) Ὡς δυνάμενος πορεύεσθαι, etc. Eadem.)

1661
ἕχοντα· « Ἡ ἐντολὴ αὕτη οὐχ ὑπέρογκός οὐδὲ μακρὰν ἀπὸ σοῦ ἐστιν· οὐκ ἐν τῷ οὐρανῷ στὶ, λέγων· Τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρακαὶ λήψεται αὐτήν; Οὐδὲ πέρσν τῆς θαλάσσης λέγων· Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς σης, καὶ λάβῃ αὐτὴν ἡμῖν, καὶ ἀκούσαντες αὐοιήσομεν αὐτήν; Ἔστιν ἐγγύς σου τὸ ῥῆμα σφόν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, καὶ ἐν ερσί σου ποιεῖν αὐτό. » Συγκρινεῖς δὲ καὶ ἀπὸ ς ταῦτα· « Οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων· ο μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζόμενος· ἐὰν καῶσιν εἰς ᾄδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει ς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανὸν, ἐκεῖθεν ξω αὐτούς· ἐὰν κρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ ήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς· ὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη αλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι, καὶ δήαὐτούς· καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ ῇ ῥομφαίᾳ, καὶ ἀποκτενεῖ αὐτούς. »

αἱ εἶπα· Ἄρα σκότος καταπατήσει με, καὶ σωτεισμὸς ἐν τῇ τρυρῇ μου, κ. τ. ἑ. Εἰ ἡ α (55) καρδίας σκότος ἐστὶν, (« ἐσκοτίσθη γὰρ, ν, ἡ ἀσύνετος αὐτῶν καρδίαν· »)εἰκότως ἅρα ὁ αἴἡμῖν τοῦ σκότους τούτου γινόμενος, καὶ αὐτὸς άζεται σκότος, ὅστις ἡμῶν τὴν ἐν γνώσει τρυφὴν ρεῖται σκοτίζειν, τοῦ Θεοῦ μὴ συγχωροῦντος, τὸ σκότος φωτίζοντος· « Τὸ γὰρ φῶς ἐν τῇ ίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. » γὰρ τὴν ἄγνοιαν διὰ τῆς κακίας ἐπεκτησάμεθα, καὶ τὴν γνῶσιν διὰ τῆς ἀρετῆς προσελάβομεν.