Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ, κ. τ. ἑ. « καθεύδων (61), καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός· » διὸ ἔγερσίς ἐστιν ἡ ἀπὸ κακίας ἐπʼ ἀρετὴν ἐπάνοδος.

Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, κ. τ. ἑ. Εἰ ὁ τέλειος (62), μισήσας τὸ πονηρὸν, ἀπέχεται πάσης κακίας, ὁ μεταλαμβάνων τῆς οἱασδηποτοῦν κακίας αὐτῶν τελείως οὐ μεμίσηκε τὸ πονηρόν.

Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου, κ. τ. ἑ. Εἰ ὁ Θεὸς (63) πῦρ καταναλίσκον ἐστὶ, διὰ τῆς ἐπινοίας δηλονότι τοῦ πυρὸς δοκιμάζει τὰς ψυχὰς τῶν ἀνθρώπων.

Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους, κ. τ. ἑ. Διὰ τῶν (64) λογισμῶν ἡμῖν οἱ δαίμονες παρατάσσονται, ποτὲ μὲν ἐπιθυμίας κινοῦντες, ποτὲ δὲ ὀργὰς, ἄλλοτε πάλιν ἐν ταυτῷ θυμὸν καὶ ἐπιθυμίαν, διʼ ὧν γίνεται ὁ λεγόμενος πεπλεγμένος λογισμός· ἀλλʼ οὗτος ἐν καιρῷ τῆς ἀκηδίας συμβαίνει μόνον, οἱ δʼ ἄλλοι ἐκ διαλείμματος ἐπέρχονται ἀλλήλους διαδεχόμενοι. Τὸν δὲ τῆς ἀκηδίας λογισμὸν κατʼ ἐκείνην τὴν ἡμέραν οὐδεὶς διαδέχεται διαλογισμὸς, πρῶτον μὲν, ὅτι καὶ χρονίζει, ἔπειτα δὲ καὶ σχεδὸν πάντας τοὺς λογισμοὺς ἔχει ἐν ἑαυτῷ.

Ἡκόνησαν τὴν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, κ. τ. ἑ. Τὸν ὀξύτατον (65) λογισμὸν ἡκονημένον λέγει. Τοιοῦτος δὲ καὶ ὁ πρὸς βλασφημίαν τὸν νοῦν ὑφαρπάζων λογισμός.

Οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου, κ. τ. ἑ. Ἀλλὰ καὶ (66) τὰ φαῦλα νοήματα πολλάκις οἱ δαίμονες οὐ γυμνὰ ἀποτίθενται ἡμῖν, ἵνα μὴ ὁ νοῦς ἄντικρυς τὸ ἅλογον αὐτῶν θεασάμενος, τοὺς λογισμοὺς ἀποῤῥίψῃ· ἀλλὰ μετά τινων ἄλλων χρηστοφανῶν νοημάτων τὰ πονηρὰ νοήματα ἐπισπείρουσι· καὶ τοῦτο μόνον ἐπὶ τῶν τελείων ποιοῦσι, τῶν μὴ ἐχόντων πάθη· τοῖς γὰρ ἐμπαθέσι καὶ ἀκαθάρτοις καὶ φανερῶς ἐμβάλλουσι τοὺς λογισμοὺς, οὓς ἀπώσασθαι ἀδυνατοῦσιν.

Πεσοῦνται ἐπʼ αὐτοὺς ἄνθρακες πυρὸς, κ. τ. ἑ. Τοῦτο τὸ (67) πῦρ καὶ οἱ ἄνθρακες κατακαίουσι ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις καταναλίσκοντα.

Ἔγνων, ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ, καὶ τὴν δίκην τῶν πενήτων, κ. τ. ἑ. Προφητεία (68) τοῦτο περὶ τῆς μελλούσης κρίσεως. καθʼ ἣν τῶν ἀσεβῶν τῷ πυρὶ παραδιδομένων εἰς ἄνεσιν οἱ δίκαιοι παραληφθήσονται. Ἐντεῦθεν καὶ Σολομὼν ὠφεληθεὶς εἶπεν· « Ὅτι πᾶν τὸ ποίημα ὁ Θεὸς ἄξει εἰς κρίσιν. » Εἰς χρηστὸν δὲ τέλος κατέληξεν, ἐπεὶ καὶ « εἰς τέλος » ἐπιγέγραπται, τὴν [*]((65) Τὸν ὀξύτατον, etc. Eædem.) [*]((66) Ἀλλὰ καί, etc. Eædem.) [*]((67) Τοῦτο τό, etc. Eædem.) [*]((68) Προφητεία, etc. Catena Corderii.)

1665
ιειμένην τοῖς δικαίοις λέγων ἐλπίδα. « Κατοικήτν εὐθεῖς σὺν τῷ προσώπῳ σου. » Ἀντὶ δὲ « σὺν τροσώπῳ σου » ὁ Σύμμαχος « παρὰ τῷ προσώσου » λέγει, τὸ κεκαθαρμένῃ διανοίᾳ πρόσωπον ς πρόσωπον ὁρᾷν τοῦ Θεοῦ.

ατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίεμα πιόν σου, κ. τ. ἑ. Τούτου (69) κατευθύνεται ἡ σευχὴ ὡς θυμίαμα, τοῦ δυναμένου εἰπεῖν· « Χρι» εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς λυμένοις. »

οῦ, Κύριε, φυλσκὴν τῷ στόματί μου, κ. τ. ἑ. ἐν οὕτω φυλάσσει τὴν καρδίαν ἡμῶν ὡς ὁ φόβος Θεοῦ, εἴ γε τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ οῦ.