Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπτά σου πρὸς τὴν πέτραν, κ. τ. ἑ. Ὅσοι κατὰ (46) τὴν διδασκαλίαν τοῦ Χριστοῦ τὰ φαῦλα νοήματα διαφθείρουσι τῆς ψυχῆς, οὗτοι τὰ νήπια Βαβυλῶνος ἑδαφίζουσι πρὸς τὴν πέτραν.

Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με, κ. τ. ἑ. Καὶ ἐν τοῖς (47) ἑξῆς δὲ ὡς ἀναφαινομένης τῆς καρδία. ἐν τοῖς πειρασμοῖς εἴρηται· « Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου· » ἡ δὲ πέμπτη ἔκδοσις νῦν μὲν, « ἐξηρεύνησας, » εἶπεν· ἐν δὲ τοῖς ἑξῆς « ἐξερεύνησον. » Ὡς γὰρ χρυσὸς ἐν χωνευτηρίῳ δοκιμάζεται, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Γέγραπται δὲ ἐν ψαλμῷ· « Ἐδοκίμασας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. » Νοήσας τοῦτο. γνώσῃ, ὅτι μόνος ὁ δίκαιος καὶ πᾶς δοκιμασθεὶς γινώσκεται, ὡς ὦν ἐν Χριστῷ ἀπὸ Θεοῦ· ὡς δῆλον καὶ ἐκ τοῦ· « Δοκίμασόν με, Κύριε, καὶ γνῶθι τὴν καρδίαν μου. »

Τοῦ αὐτοῦ. Πάντα προειδὼς (48) ὁ Θεὸς, ὅμως δοκιμάζει, οὐχ ἵνα γνῷ, ἀλλʼ ἵνα τοὺς ὑπομένοντας δοκιμωτέρους ἐργάζηται. Ἵνα δὲ μή τις αὐτὸν ὑπολάβοι δοκιμάζοντα γινώσκειν, ἐπήγαγε τῷ λόγῳ· « Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. » Ὁ γὰρ τοὺς διαλογισμοὺς εἰδὼς καὶ πρὸ τοῦ κινηθῆνσι αὐτοὺς, μᾶλλον δὲ πρὸ πολλοῦ χρόνου, πῶς ἂν δεηθείη δοκιμασίας πρὸς ἰδίαν γνῶσιν;