Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τοῦ αὐτοῦ. Ὄρη Σιὼν (23) οἱ τὰ ὑψηλὰ σκοπεύοντες ἅγιοι, ἐφʼ οὓς καταβαίνει ἡ δρόσος. Ἀερμὼν δὲ ἑρμηνεύεται ἀποστροφὴ θηρίων. Φασὶ δὲ καὶ τὸν Ἰορδάνην ποτὲ ἐκεῖ γεννᾶσθαι. Σημαίνει δὲ καὶ τοῦτο τὴν τοῦ ἁγίου βαπτίσματος χάριν· αὕτη γὰρ ἀεὶ καταβαίνει ἐπὶ τοὺς ἁγίους, καὶ διʼ αὐτῆς γίνεται ἡ ἀποστροφὴ τῶν νοητῶν θηρίων.
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες (24) ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, κ, τ. ἑ. « Οἱ ἑστῶτες, φησὶν, ἐν οἴκῳ Κυρίου, » καὶ μὴ « ὡς εἷς τῶν ἀρχόντων » πίπτοντες, ἀλλὰ καὶ βλέποντες μὴ πέσητε, « εὐλογεῖτε τὸν Κύριον. »
Τοῦ αὐτοῦ. Οἱ μὲν (25) θεωρητικοὶ ἐν οἴκῳ Θεοῦ εἰσιν, οἱ δὲ πρακτικοὶ ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.