Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἑαὶ πώγωνα, τόν πώγωνα τὸν Ἀαρὼν, κ. τ. ἑ. Μύρον ἐστὶ (21) τὸ Πνεῦμα τὸ ἅγιον, κεφαλὴ δὲ ὁ νοῦς, πώγων δὲ ὁ λόγος· ἐμπεριέχει δὲ τὴν καρδίαν ὁ λόγος. Πώγων δὲ τοῦ Ἀαρὼν ὁ λόγος ὁ καταφράττων τὰ πάθη, καὶ ἱερουργῶν τῷ Θεῷ τὰς ἀρετάς. Καταβαίνει δὲ ἡ τοῦ Πνεύματος χάρις καὶ ἐπὶ τὴν ῶαν τοῦ ἐνδύματος αὐτοῦ· τουτέστι διαδίδοται θιὰ τῆς πρακτικῆς ἀρετῆς καὶ ἐπὶ τῆς ἠθικῆς φιλοσοφίας. Ἡ γὰρ ὥα τοῦ ἐνδύματος, αὐτοῦ ἐστι τὸ πέρας.

Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Χιὼν, κ. τ. ἑ. Ἐν τῷ Δευτερονομίῳ (22) Μωϋσῆς μὲν τὸ ὄρος τοῦτο ὀνομάζει Ἁερμών· οἱ Φοίνικες δὲ καλοῦσιν αὐτὸ Σανιὼρ, οἱ δὲ Ἀμοῤῥαῖοι Σανϲ ??. Ἐστι δὲ πέραν τοῦ Ἰορδάνου. Λόγος δὲ τοὺς ἀποστατήσαντας τῶν ἀγγέλων ἐπὶ τοῦτο τὸ ὄρος ἐσκέφθαι περὶ τῆς ἀποστασίας αὐτῶν καὶ συνθήκας πεποιηκέναι.

Τοῦ αὐτοῦ. Ὄρη Σιὼν (23) οἱ τὰ ὑψηλὰ σκοπεύοντες ἅγιοι, ἐφʼ οὓς καταβαίνει ἡ δρόσος. Ἀερμὼν δὲ ἑρμηνεύεται ἀποστροφὴ θηρίων. Φασὶ δὲ καὶ τὸν Ἰορδάνην ποτὲ ἐκεῖ γεννᾶσθαι. Σημαίνει δὲ καὶ τοῦτο τὴν τοῦ ἁγίου βαπτίσματος χάριν· αὕτη γὰρ ἀεὶ καταβαίνει ἐπὶ τοὺς ἁγίους, καὶ διʼ αὐτῆς γίνεται ἡ ἀποστροφὴ τῶν νοητῶν θηρίων.

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες (24) ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, κ, τ. ἑ. « Οἱ ἑστῶτες, φησὶν, ἐν οἴκῳ Κυρίου, » καὶ μὴ « ὡς εἷς τῶν ἀρχόντων » πίπτοντες, ἀλλὰ καὶ βλέποντες μὴ πέσητε, « εὐλογεῖτε τὸν Κύριον. »

Τοῦ αὐτοῦ. Οἱ μὲν (25) θεωρητικοὶ ἐν οἴκῳ Θεοῦ εἰσιν, οἱ δὲ πρακτικοὶ ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὐν Κόριον, κ. τ. ἑ. Ἀντὶ τοῦ (26) « εἰς τὰ ἅγια, » ἕτερος « ἁγίως, » ἕτερος » ἡγιασμένως. » Διὰ δὲ τοῦ « ἐν οἴκῳ Κυρίου » ἔδειξεν, ὡς πανταχοῦ μὲν αἴρειν ὁσίους χεῖράς τις οὐ κεκώλυται· οὐχ ἤκιστα δὲ ἐν τοῖς ἀφιερωμόνοις τοῦτο προσήκει χωρίοις ποιεῖν.

Αὶνεῖτε τὸ ὄνομα Κυρίου, αὶνεῖτε, δοῦλοι, Κύοἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, κ. τ. ἑ. Αἰνεῖτε οὐκ ἄλλοι (27) ἢ ἑστῶτες, καὶ οὐκ ἀλλαχοῦ ἢ ἐν οἵκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Σημειώσῃ δὲ, ὅτι οἶκος μὲν Κυρίου λέγεται, αὐλαὶ δὲ τοῦ Θεοῦ ἡμῶν· καὶ ἀνωτέρω μὲν εἰρῆσθαι « εὐλογεῖτε, » νῦν δὲ « αἰνεῖτε· » κὰκεῖ μὲν μόνον τὸ, « οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, » [*]((21) Μῦρόν ἐστι, etc. Catena Corderii.) [*]((22) Ἐν τῷ Δευτερονομίῳ, etc. Schedæ Grabii.) [*]((23) Ὅρη Σιών, etc. Catena Corderii.) [*]((24) Οἱ ἑστῶτες, etc. Eadem Catena.) [*]((25) Οἱ μέν, etc. Schedæ Grabii.) [*]((26) Ἀντὶ τοῦ, etc. Catena Corderii.) [*]((27) Αἰνεῖτε οὐκ ἄλλοι, etc. Eadem Catena.)

1653
ν τῷ Ἑβραϊκῷ· νῦν δὲ μετὰ τοῦ, « ἐν αὐλαῖς Θεοῦ ἡμῶν. »