Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἑαὶ πώγωνα, τόν πώγωνα τὸν Ἀαρὼν, κ. τ. ἑ. Μύρον ἐστὶ (21) τὸ Πνεῦμα τὸ ἅγιον, κεφαλὴ δὲ ὁ νοῦς, πώγων δὲ ὁ λόγος· ἐμπεριέχει δὲ τὴν καρδίαν ὁ λόγος. Πώγων δὲ τοῦ Ἀαρὼν ὁ λόγος ὁ καταφράττων τὰ πάθη, καὶ ἱερουργῶν τῷ Θεῷ τὰς ἀρετάς. Καταβαίνει δὲ ἡ τοῦ Πνεύματος χάρις καὶ ἐπὶ τὴν ῶαν τοῦ ἐνδύματος αὐτοῦ· τουτέστι διαδίδοται θιὰ τῆς πρακτικῆς ἀρετῆς καὶ ἐπὶ τῆς ἠθικῆς φιλοσοφίας. Ἡ γὰρ ὥα τοῦ ἐνδύματος, αὐτοῦ ἐστι τὸ πέρας.

Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Χιὼν, κ. τ. ἑ. Ἐν τῷ Δευτερονομίῳ (22) Μωϋσῆς μὲν τὸ ὄρος τοῦτο ὀνομάζει Ἁερμών· οἱ Φοίνικες δὲ καλοῦσιν αὐτὸ Σανιὼρ, οἱ δὲ Ἀμοῤῥαῖοι Σανϲ ??. Ἐστι δὲ πέραν τοῦ Ἰορδάνου. Λόγος δὲ τοὺς ἀποστατήσαντας τῶν ἀγγέλων ἐπὶ τοῦτο τὸ ὄρος ἐσκέφθαι περὶ τῆς ἀποστασίας αὐτῶν καὶ συνθήκας πεποιηκέναι.

Τοῦ αὐτοῦ. Ὄρη Σιὼν (23) οἱ τὰ ὑψηλὰ σκοπεύοντες ἅγιοι, ἐφʼ οὓς καταβαίνει ἡ δρόσος. Ἀερμὼν δὲ ἑρμηνεύεται ἀποστροφὴ θηρίων. Φασὶ δὲ καὶ τὸν Ἰορδάνην ποτὲ ἐκεῖ γεννᾶσθαι. Σημαίνει δὲ καὶ τοῦτο τὴν τοῦ ἁγίου βαπτίσματος χάριν· αὕτη γὰρ ἀεὶ καταβαίνει ἐπὶ τοὺς ἁγίους, καὶ διʼ αὐτῆς γίνεται ἡ ἀποστροφὴ τῶν νοητῶν θηρίων.