Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Ἀντὶ « πραότητος (17), Ἀκύλας κακουχίαν » ἐξέδωκεν· ὁ δὲ Σύμμαχος « κάκωσιν, » δὲ πέμπτη « ταπείνωσιν. »

Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, κ. τ. ἑ. Τό. ος (18) Κυρίου ὁ νοῦς καθαρός. Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, κ. τ. ἑ. Περὶ τῆς (19) σοφίας λέγει προφητικῶς, τις ἐστὶν ὁ Χριστός.

Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ σιοί σου ἀγαλλιάσονται, κ. τ. ἑ. Ὥσπερ ἐνδύεαί (20) τις δικαιοσύνην, οὕτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ μακροθυμίαν, καὶ τὰς λοιπὰς ἀρετάς.

[*](22 Galat. iv, 26.)[*]((12) Αὗται φωναί, etc. Catena Corderii.)[*]((13) Ὡς. ὁ Ἰσαάκ, etc. Eadem.)[*]((14) Τῇ τοῦ. etc. Eadem.)[*]((15) Ἐν μὲν τῇ, etc. Eadem.)[*]((16) Ἐκείνου μνημονεύει, etc. Schedæ Grabii.)[*]((17) Ἀντὶ πραότητος, etc. Eædem.)[*]((18) Τόπος, etc. Eædem.)[*]((19) Περὶ τῆς, etc. Eædem.)[*]((20) Ὥσπερ ἐνδύεται, etc. Eædem.)
1652

Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἑαὶ πώγωνα, τόν πώγωνα τὸν Ἀαρὼν, κ. τ. ἑ. Μύρον ἐστὶ (21) τὸ Πνεῦμα τὸ ἅγιον, κεφαλὴ δὲ ὁ νοῦς, πώγων δὲ ὁ λόγος· ἐμπεριέχει δὲ τὴν καρδίαν ὁ λόγος. Πώγων δὲ τοῦ Ἀαρὼν ὁ λόγος ὁ καταφράττων τὰ πάθη, καὶ ἱερουργῶν τῷ Θεῷ τὰς ἀρετάς. Καταβαίνει δὲ ἡ τοῦ Πνεύματος χάρις καὶ ἐπὶ τὴν ῶαν τοῦ ἐνδύματος αὐτοῦ· τουτέστι διαδίδοται θιὰ τῆς πρακτικῆς ἀρετῆς καὶ ἐπὶ τῆς ἠθικῆς φιλοσοφίας. Ἡ γὰρ ὥα τοῦ ἐνδύματος, αὐτοῦ ἐστι τὸ πέρας.