Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σοι· ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κόρον, κ. τ. ἑ. Ἡ ἐλπὶς (10) ἐκ δοκιμῆς πέφυκε γίνεσθαι, ἡ δὲ δοκιμὴ ἐκ τῆς ὑπομονῆς, ἡ δὲ ὑπομονὴ ἐκ τῆς θλίψεως. ἡ δὲ θλίψις ἐκ τῆς ἐγκρατείας καὶ τῶν πειρασμῶν Τούτων δὲ αἴτιος ὁ φόβος τοῦ Θεοῦ, ὅστις τῇ ὀρβῇ πίστει συνέζευκται. Πίστις δέ ἐστιν ἡ πρὸς τὰ μὴ κατειλημμένα συγκατάθεσις.

Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ παοῶν τῶν ἀνομιῶν αὐτοῦ, κ. τ. ἑ. Τοτηνικαῦτα (11) νοῦς ἀπαλλάσσεται τῶν κατὰ διάνοιαν ἁμαρτιῶν ἢ ἀνομιῶν, ὁπηνίκα ἂν γνώσεως καταξιωθῇ· ἡ γάρ [*](18 Exod. iii 3. 19 Prov. xx, 9. 20 Job. xiv, 4. 21 I Joan. ii, 2.) [*]((8) Ὁ παρὰ τῷ Κυρίῳ, etc. Catena Corderii.) [*]((9) Ἡ διὰ τοῦ Θεοῦ, etc. Eadem.) [*]((10) Ἡ ἐλπίς, etc. Schedæ Grabii.) [*]((11) Τοτηνικαῦτα, etc. Eædem.)

1649
ικὴ οὐ τὰ νοήματα τῆς καρδίας περιαιρεῖ, ἀλλὰ παθῆ νοήματα.

οιε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωσαν οἱ ὀφθαλμοί μου, κ. τ. ἑ. Αὗται φω 2) δικαίου ἐν χαρίσμασι μεγάλοις καὶ θαυμαμὴ τετυφωμένου, μηδὲ ὑπεραιρομένου, μηδὲ υμένου, ἀλλὰ καὶ ἐν τούτοις ταπεινοφρονοῦνμὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυμου. Ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν ρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν κ. τ. ἑ. Ὡς ὁ Ἰσαὰκ (15) καὶ ὁ Σαμουὴλ ἀπεγαέσθησαν, οὕτως καὶ οὗτος ἐκείνους καὶ τοὺς υς αὐτοῖς μιμησάμενος. Οὐχ ὑψοῦται δὲ ἡ ψυχὴ ἀπογαλακτισθέντος τινὸς ὑψοῦντος αὐτὴν, ἀλλʼ ται ἐπὶ τὴν ἑαυτοῦ μητέρα, περὶ ἧς εἴρηται· δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ ρ ἡμῶν, » καὶ τὰ ἐξῆς.

οῦ αὐτοῦ. Τῇ τοῦ (14) ἀπογεγαλακτισμένου ψυἀποδίδωσιν ὁ Κύριος μισθὸν τῆς ἐπὶ τοσοῦτον βάσεως.

Ἐλπισάτω Ἰσραήλ ἐπὶ τὸν Κύριον ἀπὸ τοῦ καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Ἐν μὲν τῇ (15) ταύτης ᾠδῇ λέλεκται· « Ἀπὸ φυλακῆς πρωῖας σάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον· » ἐν δὲ ταύτῃ ἕως πότε; « Διὰ τὸ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ νος. » Μετʼ ἐκεῖνον γάρ τις ἀπολαύει τὰ ἐλπιζό

Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς αότητος αὐτοῦ, κ. τ. ἑ. Ἐκείνου μνημονεύει (16) Κύριος τοῦ ἐν ᾧ γίνεται, κἀκείνου οὐ μνημονεύει ἐν ᾧ οὐ γίνεται. Εἰ δὲ πραότητος μνημονεύει ὁ ριος, πολλῆς ἀοργησίας χρεία, ἵνα τις δέξηται τὸν ριον. Πραότης γάρ ἐστιν ἀταραξία θυμοῦ κατὰ έρησιν ἡδονῶν προσγινομένη φθαρτῶν.

Τοῦ αὐτοῦ. Ἀντὶ « πραότητος (17), Ἀκύλας κακουχίαν » ἐξέδωκεν· ὁ δὲ Σύμμαχος « κάκωσιν, » δὲ πέμπτη « ταπείνωσιν. »

Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, κ. τ. ἑ. Τό. ος (18) Κυρίου ὁ νοῦς καθαρός. Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, κ. τ. ἑ. Περὶ τῆς (19) σοφίας λέγει προφητικῶς, τις ἐστὶν ὁ Χριστός.

Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ σιοί σου ἀγαλλιάσονται, κ. τ. ἑ. Ὥσπερ ἐνδύεαί (20) τις δικαιοσύνην, οὕτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ μακροθυμίαν, καὶ τὰς λοιπὰς ἀρετάς.

[*](22 Galat. iv, 26.)[*]((12) Αὗται φωναί, etc. Catena Corderii.)[*]((13) Ὡς. ὁ Ἰσαάκ, etc. Eadem.)[*]((14) Τῇ τοῦ. etc. Eadem.)[*]((15) Ἐν μὲν τῇ, etc. Eadem.)[*]((16) Ἐκείνου μνημονεύει, etc. Schedæ Grabii.)[*]((17) Ἀντὶ πραότητος, etc. Eædem.)[*]((18) Τόπος, etc. Eædem.)[*]((19) Περὶ τῆς, etc. Eædem.)[*]((20) Ὥσπερ ἐνδύεται, etc. Eædem.)
1652

Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἑαὶ πώγωνα, τόν πώγωνα τὸν Ἀαρὼν, κ. τ. ἑ. Μύρον ἐστὶ (21) τὸ Πνεῦμα τὸ ἅγιον, κεφαλὴ δὲ ὁ νοῦς, πώγων δὲ ὁ λόγος· ἐμπεριέχει δὲ τὴν καρδίαν ὁ λόγος. Πώγων δὲ τοῦ Ἀαρὼν ὁ λόγος ὁ καταφράττων τὰ πάθη, καὶ ἱερουργῶν τῷ Θεῷ τὰς ἀρετάς. Καταβαίνει δὲ ἡ τοῦ Πνεύματος χάρις καὶ ἐπὶ τὴν ῶαν τοῦ ἐνδύματος αὐτοῦ· τουτέστι διαδίδοται θιὰ τῆς πρακτικῆς ἀρετῆς καὶ ἐπὶ τῆς ἠθικῆς φιλοσοφίας. Ἡ γὰρ ὥα τοῦ ἐνδύματος, αὐτοῦ ἐστι τὸ πέρας.

Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Χιὼν, κ. τ. ἑ. Ἐν τῷ Δευτερονομίῳ (22) Μωϋσῆς μὲν τὸ ὄρος τοῦτο ὀνομάζει Ἁερμών· οἱ Φοίνικες δὲ καλοῦσιν αὐτὸ Σανιὼρ, οἱ δὲ Ἀμοῤῥαῖοι Σανϲ ??. Ἐστι δὲ πέραν τοῦ Ἰορδάνου. Λόγος δὲ τοὺς ἀποστατήσαντας τῶν ἀγγέλων ἐπὶ τοῦτο τὸ ὄρος ἐσκέφθαι περὶ τῆς ἀποστασίας αὐτῶν καὶ συνθήκας πεποιηκέναι.

Τοῦ αὐτοῦ. Ὄρη Σιὼν (23) οἱ τὰ ὑψηλὰ σκοπεύοντες ἅγιοι, ἐφʼ οὓς καταβαίνει ἡ δρόσος. Ἀερμὼν δὲ ἑρμηνεύεται ἀποστροφὴ θηρίων. Φασὶ δὲ καὶ τὸν Ἰορδάνην ποτὲ ἐκεῖ γεννᾶσθαι. Σημαίνει δὲ καὶ τοῦτο τὴν τοῦ ἁγίου βαπτίσματος χάριν· αὕτη γὰρ ἀεὶ καταβαίνει ἐπὶ τοὺς ἁγίους, καὶ διʼ αὐτῆς γίνεται ἡ ἀποστροφὴ τῶν νοητῶν θηρίων.

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες (24) ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, κ, τ. ἑ. « Οἱ ἑστῶτες, φησὶν, ἐν οἴκῳ Κυρίου, » καὶ μὴ « ὡς εἷς τῶν ἀρχόντων » πίπτοντες, ἀλλὰ καὶ βλέποντες μὴ πέσητε, « εὐλογεῖτε τὸν Κύριον. »

Τοῦ αὐτοῦ. Οἱ μὲν (25) θεωρητικοὶ ἐν οἴκῳ Θεοῦ εἰσιν, οἱ δὲ πρακτικοὶ ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὐν Κόριον, κ. τ. ἑ. Ἀντὶ τοῦ (26) « εἰς τὰ ἅγια, » ἕτερος « ἁγίως, » ἕτερος » ἡγιασμένως. » Διὰ δὲ τοῦ « ἐν οἴκῳ Κυρίου » ἔδειξεν, ὡς πανταχοῦ μὲν αἴρειν ὁσίους χεῖράς τις οὐ κεκώλυται· οὐχ ἤκιστα δὲ ἐν τοῖς ἀφιερωμόνοις τοῦτο προσήκει χωρίοις ποιεῖν.