Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Γενηθήτω τὰ ὧτά σου προσέχοντα, κ. τ. ἑ. Τὰ ὧτα (6) Κυρίου καλεῖ τὴν ἐπακουστικὴν εὐχῶν δύναμιν αὐτοῦ.

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὐποστήσεται, κ. τ. ἑ. Ἐὰν αἱ κατὰ (7) διάνοιαν ἁμαρτίαι, τὸν νοῦν ἀκάθαρτον ποιοῦσαι, τῆς τοῦ Θεοῦ γνώσεως αὐτὸν ἀφιστῶσιν, οὐδεὶς ἀνθ ρώπυν καταξιωθήσεται γνώσεως. « Τίς γὰρ καυχήσεται ἁγνήν ἔχειν καρδίαν; » Ἤ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; « Καὶ οὐδεὶς, φησὶ, καθαρὸς ἀπὸ ῥύπου, οὐδʼ ἂν ἐν μιᾷ ὥρᾳ ἡ ζωὴ αὐτοῦ. »

Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι, κ. τ. ἑ. Ὁ παρὰ τῷ Κυρίῳ (8) ἱλασμὸς τῶν ἀνομιῶν ὁ Χριστός ἔστιν· Αὐτὸς γὰρ ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. » Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, κ. τ. ἑ. Ἡ διὰ τοῦ Θεοῦ (9) ὄνομα ὑπομονὴ κρείττων τῆς διʼ ἄλλο τι. Καὶ εἰς λόγον τοῦ Κορίου γενομένη ἡ ψυχὴ, ἐπαινετῶς ὑπομένει.