Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, κ. τ. ἑ. Οὐκ ἐξ ἐπιπολῆς (4), ἀλλʼ ἐκ τῶν ἐν ἑαυτῷ βαθέων κέκραγε πρὸς Κύριον. Τὸ δὲ « ἐκέκραξά σοι, » ἕτερον τυγχάνον τοῦ « ἐκέκραξα πρὸς σὲ, » δύναται ση μαίνειν, ὅτι μεγάλως καὶ μεγάλῃ φωνῇ (νοητῶ, δὴ μεγάλῃ) ἐθεολόγησα. Ὁ μὲν οὖν φαῦλος τοῖς χείλεσι τιμᾷ Κύριον, πόῤῥω ἀπέχων ἀπʼ αὐτοῦ τῇ καρδίᾳ· ὁ δὲ μακάριος, τῷ τὸ πνεῦμα κράζειν ἐν τῇ καρδίᾳ αὐτοῦ, ἐκ βαθέων ἐκέκραγε πρὸς τὸν Κύριον.

Τοῦ αὐτοῦ. Ὁ τὰ βάθη (5) ἐρευνῶν τοῦ Θεοῦ, εὗτος ἐκ βαθέων κράζει πρὸς Κύριον.

Γενηθήτω τὰ ὧτά σου προσέχοντα, κ. τ. ἑ. Τὰ ὧτα (6) Κυρίου καλεῖ τὴν ἐπακουστικὴν εὐχῶν δύναμιν αὐτοῦ.

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὐποστήσεται, κ. τ. ἑ. Ἐὰν αἱ κατὰ (7) διάνοιαν ἁμαρτίαι, τὸν νοῦν ἀκάθαρτον ποιοῦσαι, τῆς τοῦ Θεοῦ γνώσεως αὐτὸν ἀφιστῶσιν, οὐδεὶς ἀνθ ρώπυν καταξιωθήσεται γνώσεως. « Τίς γὰρ καυχήσεται ἁγνήν ἔχειν καρδίαν; » Ἤ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; « Καὶ οὐδεὶς, φησὶ, καθαρὸς ἀπὸ ῥύπου, οὐδʼ ἂν ἐν μιᾷ ὥρᾳ ἡ ζωὴ αὐτοῦ. »

Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι, κ. τ. ἑ. Ὁ παρὰ τῷ Κυρίῳ (8) ἱλασμὸς τῶν ἀνομιῶν ὁ Χριστός ἔστιν· Αὐτὸς γὰρ ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. » Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, κ. τ. ἑ. Ἡ διὰ τοῦ Θεοῦ (9) ὄνομα ὑπομονὴ κρείττων τῆς διʼ ἄλλο τι. Καὶ εἰς λόγον τοῦ Κορίου γενομένη ἡ ψυχὴ, ἐπαινετῶς ὑπομένει.

Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σοι· ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κόρον, κ. τ. ἑ. Ἡ ἐλπὶς (10) ἐκ δοκιμῆς πέφυκε γίνεσθαι, ἡ δὲ δοκιμὴ ἐκ τῆς ὑπομονῆς, ἡ δὲ ὑπομονὴ ἐκ τῆς θλίψεως. ἡ δὲ θλίψις ἐκ τῆς ἐγκρατείας καὶ τῶν πειρασμῶν Τούτων δὲ αἴτιος ὁ φόβος τοῦ Θεοῦ, ὅστις τῇ ὀρβῇ πίστει συνέζευκται. Πίστις δέ ἐστιν ἡ πρὸς τὰ μὴ κατειλημμένα συγκατάθεσις.

Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ παοῶν τῶν ἀνομιῶν αὐτοῦ, κ. τ. ἑ. Τοτηνικαῦτα (11) νοῦς ἀπαλλάσσεται τῶν κατὰ διάνοιαν ἁμαρτιῶν ἢ ἀνομιῶν, ὁπηνίκα ἂν γνώσεως καταξιωθῇ· ἡ γάρ [*](18 Exod. iii 3. 19 Prov. xx, 9. 20 Job. xiv, 4. 21 I Joan. ii, 2.) [*]((8) Ὁ παρὰ τῷ Κυρίῳ, etc. Catena Corderii.) [*]((9) Ἡ διὰ τοῦ Θεοῦ, etc. Eadem.) [*]((10) Ἡ ἐλπίς, etc. Schedæ Grabii.) [*]((11) Τοτηνικαῦτα, etc. Eædem.)

1649
ικὴ οὐ τὰ νοήματα τῆς καρδίας περιαιρεῖ, ἀλλὰ παθῆ νοήματα.