Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, κ. τ. ἑ. Οὐκ ἐξ ἐπιπολῆς (4), ἀλλʼ ἐκ τῶν ἐν ἑαυτῷ βαθέων κέκραγε πρὸς Κύριον. Τὸ δὲ « ἐκέκραξά σοι, » ἕτερον τυγχάνον τοῦ « ἐκέκραξα πρὸς σὲ, » δύναται ση μαίνειν, ὅτι μεγάλως καὶ μεγάλῃ φωνῇ (νοητῶ, δὴ μεγάλῃ) ἐθεολόγησα. Ὁ μὲν οὖν φαῦλος τοῖς χείλεσι τιμᾷ Κύριον, πόῤῥω ἀπέχων ἀπʼ αὐτοῦ τῇ καρδίᾳ· ὁ δὲ μακάριος, τῷ τὸ πνεῦμα κράζειν ἐν τῇ καρδίᾳ αὐτοῦ, ἐκ βαθέων ἐκέκραγε πρὸς τὸν Κύριον.

Τοῦ αὐτοῦ. Ὁ τὰ βάθη (5) ἐρευνῶν τοῦ Θεοῦ, εὗτος ἐκ βαθέων κράζει πρὸς Κύριον.