Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Εἰ ἡ πρακτικὴ (89) ἄρτου λόγον ἐπέχει, ὁ δὲ ὕπνος τῆς γνώσεως, καλῶς μετὰ τὴν βρῶσιν τοῦ ἅρτου τῆς ὀδόνης δίδοται ἡμῖν ὁ ὕπνος· μόνη γὰρ ἡ γνῶσις τοῦ Θεοῦ πέφυκε λύειν τὸν κάματον τῆς πρακτικῆς.

Τοῦ αὐτοῦ. Εἰ ὁ ὕπνος (90) εἵωθε σῶμα θερμαίνειν, καλῶς ἡ γνῶσις λέγεται ὕπνος· πάντας γὰρ τοὺς κεκτημένους αὐτὴν ποιεῖ τῷ πνεύματι ζέοντας.

Τοῦ αὐτοῦ. Ὥσπερ ὁ ὕπνος πέπτων (91) τὰς τροφὰς διὰ τῶν χυμῶν τρέφει τὸ σῶμα, οὕτω καὶ ἡ γνῶσις τρέφει τὴν ψυχὴν, τοὺς τῆς πρακτικῆς αὐτὴν λόγους διδάσκουσα.

Ἰδρὺ ἠ κληρονομία Κυρίου, υἱοὶ, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρὸς, κ. τ. ἑ. Ἡ κληρονομία (91*) Κυρίου οὐ θυγατέρες, ἀλλʼ υἱοὶ, οἵτινές εἰσι μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Τοιοῦτοι δὲ οἱ δίκαιοι υἱοί. Διὸ τρὶς ὀφθήσονται τοῦ ἐνιαυτοῦ ἐνώπιον Κυρίου τοῦ Θεοῦ. Οὐδεὶς δὲ ἄδικος υἱὸς μισθός ἐστιν ἢ κληρονομία Κυρίου.

Μακάριοι πάντες οἰ φοβούμενοι τόν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ, κ. τ. ἐ. Πολλαὶ ὁδοὶ (92) Κυρίου, ἐν αἷς οἱ πορευόμενοι μακάριο, ἀφʼ ὧν ἔστιν ὁδεῦσαι ἐπὶ τὸν εἰπόντα· « Ἐγώ εἰμι ἡ ὁδὸς, » ὡς ἀπὸ τῶν πολλῶν μαργαριτῶν ἐπὶ τὸν πολύτιμον ἕνα. Εἰ μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ μὴ φοβούμενοι τὸν Κύριον οὐ μακάριοι· ἐπεὶ μὴ οὕτως μακάριοι οἱ ἕξω βαλόντες τὸν φόβον. Οἱ δὲ φοβούμενοι τὸν Κύριον πορεύονται ἐν ταῖς ὁδοῖς αὐτοῦ. Εἰ δέ τις μὴ πορεύεται, οὐ φοβεῖται.

Τοῦ αὐτοῦ. Εἰ φόβος Κυρίου (93) προστίθησιν ἡμέρας, μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.