Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐὰν μὴ Κύρος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων, κ. τ. ἑ. Χρηστέον τῷ ῥητῷ (83) πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ διὰ συνεργείας τῆς παῤ αὐτοῦ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες.

Τοῦ αὐτοῦ. Πρῶτον « ᾠκοδόμησε (84) Κύριος τὴν πλευρὰν ἢν ἔλαβεν ἀπὺ τοῦ Ἀδὰμ εἰς γυναῖκα· » ὅς ἐπεὶ μὴ ᾠκοδόμησε μετὰ τοῦ Κάϊν οἰκοδομοῦντος ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνὼχ πόλιν, εἰς μάτην ἐκοπίασεν ὁ οἰκοδομῶν Κάϊν. Ἀλλὰ καὶ οἱ κινήσαντες ἀπʼ ἀνατολῶν, καὶ εἰπόντες, « Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, » μάτην ἐκοπίασαν οἰκοδομοῦντες, ἐπεὶ μὴ συνῳκοδόμει αὐτοῖς Κύριος. Ἐστένσξαν δ᾿, οἶμαι, Ἑβραῖοι ἐν Αἰγύπτῳ, ὡς μάτην ἐν τῷ οἰκοδομεῖν κοπιῶντες, ἐπεὶ μὴ Κύριος ᾠκοδόμει σὺν αὐτοῖς.

Τοῦ αὐτοῦ. Τὸν ἐν Ἰερουσαλὴμ (85) οἶκον οἰκοδομοῦντες μάτην ἐκοπίασαν· διὸ καθῃρέθη· οὐκ ἂν καθηρέθη, εἰ Κύριος αὐτὸν ᾠκοδομήκει. Τὸν δὲ οἶκον τοῦ Θεοῦ, ὅντα Ἐκκλησίαν αὐτοῦ, οἱ οἰκοδομοῦντες ἀπόστολοι Χριστοῦ, καὶ οἱ τεταγμένοι ὑπʼ αὐτοῦ διδάσκαλοι, οὐ μάτην ἐκοπίασαν· Κύριος γὰρ αὐτὸν ᾠκοδόμησε. Καὶ ἄλλως δὲ οἶκον οἰκοδομοῦσιν οὐ μετὰ Κυρίου οἱ ἑτερόδοξοι, τὴν Ἐκκλησίαν πονηρευομένων· διὸ εἰς μάτην ἐκοπίασαν. Ὁμοίως καὶ Ἰουδαῖοι.

νοῦ αὐτοῦ. Ἐφʼ ὅσον (86) οἶκός ἐστιν ἡ ψυχὴ, ὡς οἰκοδερπότην ἔχει ἐν ἑαυτῇ τὸν Θεόν· ἐὰν δὲ γένηται ναὸς, ὡς Θεὸν ὑπάρχοντα ἔχει ἐν αὐτῇ τὸν Χριστόν· καὶ διὰ μὲν πρακτικῆς κτᾶται ὡς οἰκοδεσπότην αὐτὸν, διὰ δὲ φυσικῆς θεωρίας ὡς βασιλέα· καὶ πάλιν διὰ θεολογίας ὡς Θεόν. Καὶ τῷ μὲν [*](8 aruch. iii, 38. 9 Gen. ii, 22. 10 ibid. xi, 4.) [*]((80) Μετὰ ταῦτα, etc. Schedæ Grabii.) [*]((81), Ἀνωτέρω μέν, etc. Catena Corderii.) [*]((82) Οἱ μέν τόν, etc. Schedæ Grabii.) [*]((83) Χρηστέον τῷ ῥητῷ, etc. Schedæ Grabii.) [*]((84) Πρῶτον ᾠκοδόμησε, etc. Catena Corderii.) [*]((85) Τὸν ἐν Ἱερουσαλόμ, etc. Eadem.) [*]((86) Ἐφ᾿ ὅσον, etc. Schedæ Grabii.)

1644
τρίτῳ ἕπεται ἐξ ἀνάγκης τὰ δύο, ὥσπερ καὶ τῷ δευτερῳ τὸ πρῶτον· τῷ δὲ πρώτῳ νῦν οὐκ ἐξ ἀνάγκης τὸ δεύτερον καὶ τὸ τρίτον.

Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρέζειν· ἐγείρεσθς μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, κ. τ. ἑ. Ὥσπερ ὁ ὕπνος (87) ἀφίστησιν ἡμᾶς τῶν αἰσθητῶν, οὕτω καὶ ἡ τοῦ Θεοῦ θεωρία τῶν αὐτῶν ἀφίστησι.

Τοῦ αὐτοῦ. Ὥσπερ ὑπνοῦντες (88) οὐδʼ αὐτὸ τοῦτο γινώσκομεν, ὅτι ὑπνοῦμεν, οὕτω καὶ θεωροῦντες μηδʼ αὐτὸ τοῦτο γινώσκομεν, ὅτι ἐν θεωρίᾳ γεγόναμεν.

Τοῦ αὐτοῦ. Εἰ ἡ πρακτικὴ (89) ἄρτου λόγον ἐπέχει, ὁ δὲ ὕπνος τῆς γνώσεως, καλῶς μετὰ τὴν βρῶσιν τοῦ ἅρτου τῆς ὀδόνης δίδοται ἡμῖν ὁ ὕπνος· μόνη γὰρ ἡ γνῶσις τοῦ Θεοῦ πέφυκε λύειν τὸν κάματον τῆς πρακτικῆς.

Τοῦ αὐτοῦ. Εἰ ὁ ὕπνος (90) εἵωθε σῶμα θερμαίνειν, καλῶς ἡ γνῶσις λέγεται ὕπνος· πάντας γὰρ τοὺς κεκτημένους αὐτὴν ποιεῖ τῷ πνεύματι ζέοντας.

Τοῦ αὐτοῦ. Ὥσπερ ὁ ὕπνος πέπτων (91) τὰς τροφὰς διὰ τῶν χυμῶν τρέφει τὸ σῶμα, οὕτω καὶ ἡ γνῶσις τρέφει τὴν ψυχὴν, τοὺς τῆς πρακτικῆς αὐτὴν λόγους διδάσκουσα.

Ἰδρὺ ἠ κληρονομία Κυρίου, υἱοὶ, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρὸς, κ. τ. ἑ. Ἡ κληρονομία (91*) Κυρίου οὐ θυγατέρες, ἀλλʼ υἱοὶ, οἵτινές εἰσι μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Τοιοῦτοι δὲ οἱ δίκαιοι υἱοί. Διὸ τρὶς ὀφθήσονται τοῦ ἐνιαυτοῦ ἐνώπιον Κυρίου τοῦ Θεοῦ. Οὐδεὶς δὲ ἄδικος υἱὸς μισθός ἐστιν ἢ κληρονομία Κυρίου.