Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ, κ. τ. ἑ. Ἀνωτέρω μὲν (81) ὡς ἤδη ἐπιστροφῆς ἀπὸ τῆς αἰχμαλωσίας γενομένης εἴρηνται οἱ δύο στίχοι· νῦν δὲ ὡσεὶ ἐν αἰχμαλωσίᾳ ὢν ταῦτά φησιν ὁ Προφήτης· τὸ μὲν πρότερον προφητεύων, σἶμαι, περὶ τῶν ἀποστόλων· τὸ δὲ δεύτερον ἐκ προσώπου λέγων ἐθνῶν. Τῶν γὰρ ἐν τοῖς ἔθνεσίν ἐστι τὰ ἀπὸ τοῦ, « Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετὰ τούτων, » ἕως τοῦ, « Ὠς χειμάῤῥους ἐν τῷ νότῳ. »

Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν, κ. τ. ἑ. Οἱ μὲν τὴν (82) πρακτικὴν μετὰ πόνου καὶ δακρύων κατεργαζόμενοι ἐν δάκρυσι σπείρουσιν· οἱ δὲ τῆς γνώσεως ἀπόνως μεταλαμβάνοντες ἐν ἀγαλλιάσει θεριοῦσι.

Ἐὰν μὴ Κύρος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων, κ. τ. ἑ. Χρηστέον τῷ ῥητῷ (83) πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ διὰ συνεργείας τῆς παῤ αὐτοῦ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες.

Τοῦ αὐτοῦ. Πρῶτον « ᾠκοδόμησε (84) Κύριος τὴν πλευρὰν ἢν ἔλαβεν ἀπὺ τοῦ Ἀδὰμ εἰς γυναῖκα· » ὅς ἐπεὶ μὴ ᾠκοδόμησε μετὰ τοῦ Κάϊν οἰκοδομοῦντος ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνὼχ πόλιν, εἰς μάτην ἐκοπίασεν ὁ οἰκοδομῶν Κάϊν. Ἀλλὰ καὶ οἱ κινήσαντες ἀπʼ ἀνατολῶν, καὶ εἰπόντες, « Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, » μάτην ἐκοπίασαν οἰκοδομοῦντες, ἐπεὶ μὴ συνῳκοδόμει αὐτοῖς Κύριος. Ἐστένσξαν δ᾿, οἶμαι, Ἑβραῖοι ἐν Αἰγύπτῳ, ὡς μάτην ἐν τῷ οἰκοδομεῖν κοπιῶντες, ἐπεὶ μὴ Κύριος ᾠκοδόμει σὺν αὐτοῖς.