Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Θηρεύουσιν ἐπὶ (69) ψυχὴν δικαίου αἱ τικείμεναι δυνάμεις, ὧν παγίδες οἱ ὑπʼ αὐτῶν εργούμενοι, καὶ ἐρεθίζοντες προσκαλούμενοι ἡμᾶς τὸ ἁμαρτεῖν, καὶ πᾶσα ὕλη ἐπὶ τὸ ἁμαρτάνειν οκαλουμένη. Οὐ πίπτει δὲ στρουθίον εἰς παγίδα ευ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς.

Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν, κ. ἐ. Ἡ μὲν Παλαιὰ (70) Διαθήκη τὰς κατʼ ἐνέργειαν ντρίβει παγίδας, νομοθετοῦσα τό· « Οὐ μοιχεύις· » ἡ δὲ Καινὴ τὰς κατὰ διάνοιαν φθείρει παγίδας, ραγγέλλουσα τό· « Οὐκ ἐπιθυμήσεις. » Πλὴν ἐπὶ ν τοῦ Ἀβιμέλεχ τῶν Γεραρῶν τὴν κατʼ ἐνέργειαν γίδα διέφθειρε, μὴ συγχωρήσας τῆς ἀλλοτρίας τὸν ἅψασθαι γυναικός· ἐπὶ δὲ Ἰωσὴφ τὴν κατὰ άνοιαν. Οὐ γὰρ εἰσάγει ἡ Γραφὴ ἐπιθυμήσαντα τῆς λοτρίας αὐτὸν γυναικός. Καὶ μακάριος μὲν οὗ συνριψε Κύριος τὴν κατʼ ἐνέργειαν παγίδα, μακαριωρος δὲ οὗ τὴν κατὰ διάνοιαν παγίδα διέφθειρεν, οὐδὲ ῥέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.

Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιὼν, κ. τ. Οἱ προσερχόμενοι (71) Σιὼν ὄρει καὶ πόλει Θεοῦ οντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, φοροῦσι τὴν εἰκόνα ῦ ἐπουρανίου, καὶ πεποιθότες ἐπὶ Κύριον γίνονται ς ἐκεῖνο τὸ Σιὼν ὅρος.

Τοῦ αὐτοῦ. Εἰ ἐκ τοῦ (72) πεποιθέναι ἐπὶ Κύριον νεταί τις ὡς ὄρος Σιὼν, ἄλλος ἂν ἐξ ἄλλου τινὸς νοιτʼ ἂν ὡς ὄρος Χωρὴβ, καὶ ἄλλος ὡς ὄρος Σινά· ὶ ἐκ τῶν ἐναντίων εἴη ἄν τις ὡς ὄρος Αἰγύπτου, ὶ ὄρος Βαβυλῶνος, καὶ τοιούτων τῶν παρὰ τοῖς ἐχοῖς ὀρῶν. Ἦ ὥσπερ οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ος εἰσὶ Σιὼν, οὕτως οἱ ὑποδεέστεροι ὡς τὰ κύκλῳ τῆς ὄρη.