Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν· τὸ ὅνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερησάνοις, κ. τ. ἑ. Ἰδοὺ οὗτοι (62) ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες. Ὁ δὲ Σύμμαχος οὕτως· « Πολλῶν ἐχορἰάσθη ἡ ψυχὴ ἡμῶν, ἐπιλαλούντων τῶν εὐθηνούντων, καὶ ἐξευτελιζόντων τῶν ὑπερηφάνων. » Ἀκύλας· « Πολλὰ ἐνεπλήσθη ἡ ψυχὴ ἡμῶν τοῦ μυχθισμοῦ τῶν ὀνειδιζόντων, τοῦ ἐξουθενισμοῦ τῶν ὑπερηφάνων. »

Εἰ μὴ ὅτι Κύριος ἧν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ. κ. τ. ἑ. Εἰκὸς τῶν (63) ἱερέων τινὰ ἑστῶτα ἐπί τινος τῶν ἀναβαθμῶν λέγειν ἐλθόντι τῷ λαῷ ἐπὶ τὸν ναὸν ἕωθεν τοιοῦτόν τι· « Εἰπάτω δὴ Ἰσραὴλ, Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν· » εἷτα ποιοῦντα τὸ προσταχθὲν τὸν Ἰσραὴλ ἄρχεσθαι μὲν ἀπὸ τοῦ, « Κύριος ἦν ἐν ἡμῖν· » συνάπτειν δὲ τὰ ἐξῆς τοῦ ψαλμοῦ. Λεγέτω δὴ τὸ, « Εἰ μὴ ὅτι Κύριος ἧν ἐν ἡμῖν, » οὐχ ὁ τυχών. ἀλλʼ ὁ ἀληθινὸς Ἰσραὴλ, ᾧ Κύριός ἐστιν εἰπόντι· « Ἡμῖν εἷς Κύριος Ἰησοῦς Χριστὸς, διʼ οὗ τὰ πάντα. καὶ ἡμεῖς διʼ αὐτοῦ· » ὅπερ καὶ Παῦλος εἷπε· « Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί· » καὶ τό· « Ἰσραηλῖταί εἰσι, κἀγώ. » Καὶ τοῦτόν γε εἰκὸς ὑπὸ τοῦ λαοῦ λέγεσθαι τὸν ψαλμὸν ἐκ προστάξεως ἱερέως, εἴποτε κινδυνεύσας ὁ λαὸς ἐν πολέμῳ, ἥ τινι ἀπὸ τῶν ἐθνῶν ἐπιβουλῇ διεσώθη, νικήσας τοὺς πολεμίους· μάλιστα εἰ μετά τινος παραδόξου ἐπιφανείας ἀνδραγαθήσαντες ἐπανῄεσαν. Εἰπάτω δὲ ὁ Ἰσραὴλ καὶ τὸ, « Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, » ὡς ἐν ρκη᾿ ψαλμῷ λέγεται.

Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, κ. τ. ἑ. Τὸν προδότην (64) Ἰούδαν ζῶντα κατέπιον· εἶχε γὰρ πρὸ τῆς παραδόσεως τὴν ζωὴν τὴν εἰποῦσαν· « Ἐγώ εἰμι ἡ ζωή· » τοὺς δὲ ἀπʼ ἀρχῆς τῇ κακίᾳ ἐντρεφομένους. νεκροὺς καταπίνουσιν.

Ἄρα τὸ ὕδωρ ἄν κατεπόντισεν ἡμᾶς, κ. τ. ἑ. Ὕδωρ τροπικῶς (65) λέγει τοὺς πειρασμοὺς τοὺς καταποντίζοντας τὴν ψυχήν· οἱ δὲ αὐτοὶ πειρασμοὶ καὶ λογισμοὶ καλοῦνται.

Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, κ. τ. ἑ. Χείμαῤῥον (66) δὲ πάλιν λέγει τοὺς λογισμοὺς, δ.ὰ τὸ μὴ χρονίζειν αὐτοὺς, ἀλλὰ ἀθρόως ἐπιπηδᾷν εἰς τὶν νοῦν, καὶ πάλιν ξηραίνεσθαι.