Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ, κ. τ. ἑ. Ὁ Θεὸς (57) ἐν μὲν τοῖς σωματικοῖς οὐρανοῖς ὡς δημιουργὸς κατοικεῖ διὰ τῆς πολυποικίλου σοφίας αὐτοῦ· ἐν δὲ τοῖς νοητοῖς ὡς δικαιοσύνη, καὶ γνώσει, καὶ σοφίᾳ.

Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κόριον Θεὸν ἡμῶν, ἕως οὖ οἰκτειρήσαι ἡμᾶς, κ. τ. ἑ. Δοῦλοι κυρίων (58) Πατρὸς καὶ Υἱοῦ πνεῦμα καὶ σῶμα· παιδίσκη δὲ κυρίας τοῦ ἁγίου Πνεύματος ἡ ψυχή. Τὰ δὲ τρία Κύριος ὁ Θεὸς ἡμῶν ἐστιν· οἱ γὰρ τρεῖς τὸ ἕν εἰσιν. Ὀφθαλμοὶ γοῦν δούλων εἰς χεῖρας κυρίων ὁρῶντες, ὅτε διὰ χειρῶν νεύοντες κελεύσουσιν. Ἤ χεῖρες κυρίων μὲν Πατρὸς καὶ Υἱοῦ οἱ ἑκατέρου ἄγγελοι· κυρίας δὲ τοῦ ἁγίου Πνεύματος αἱ οἰκεῖαι αὐτοῦ δυνάμεις.

Τοῦ ἀστοῦ. Τῶν μὲν ἐχόντων (59) τὸ πνεῦμα τῆς δουλείας εἰς φόβον, οἱ ὀφθαλμοὶ εἰς χεῖρας κυρίων καὶ εἰς χεῖρας κυρίας· τοῦ δὲ τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχοντος, πρὸς Κύριον τὸν Θεόν.

Ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, κ. τ. ἐ. Σύμμαχος (60) οὕτως· « Ὅτι πολὺν ἐχορτάσθημεν ἐξευτελισμόν. »

[*](87 Psal. xxi, 19. 88 Psal. lxviii, 22. 88* Matth. xix, 28. 89 Jerem. i, 14 et seqq.)[*]((54) Ὅταν ἡ τῶν, etc. Catena Corderii.)[*]((55) Προφητεύει, etc. Schedæ Grabii.)[*]((56) Περὶ τῶν θρόνων, etc. Catena Corderii.)[*]((57) Ὁ Θεός, etc. Schedæ Grabii.)[*]((58) Δοῦλοι κυρίων, etc. Catena Corderii )[*]((59) Τῶν μέν ἐχόντων, etc. Eadem.)[*]((60) Σύμμαχος, etc. Schedæ Grabii.)
1636

Τοῦ αὐτοῦ. « Τὰ ἐξουδενωμένα (61) τοῦ κόσμου ἐξελέξατο ὁ Θεός· » διὸ δεῖ τοὺς ἐξουδενωμένους καθίζειν ἐν τῇ Ἐκκλησίᾳ. Καὶ ἔστι τοῦτο δυνάμενον παραμυθήσασθαι ἐξουδενωμένους.

Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν· τὸ ὅνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερησάνοις, κ. τ. ἑ. Ἰδοὺ οὗτοι (62) ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες. Ὁ δὲ Σύμμαχος οὕτως· « Πολλῶν ἐχορἰάσθη ἡ ψυχὴ ἡμῶν, ἐπιλαλούντων τῶν εὐθηνούντων, καὶ ἐξευτελιζόντων τῶν ὑπερηφάνων. » Ἀκύλας· « Πολλὰ ἐνεπλήσθη ἡ ψυχὴ ἡμῶν τοῦ μυχθισμοῦ τῶν ὀνειδιζόντων, τοῦ ἐξουθενισμοῦ τῶν ὑπερηφάνων. »