Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. « Ἑστῶτες ἦσαν (53) οἱ πόδες ἡμῶν· » τὸ μέλλον ὡς παρεληλυθὸς λέγεται, ὡς καὶ ἐν τῷ, [*](82 Philip. i, 23. 83 Act. xiii, 36. 84 Eccli. xxvii, 12.) [*]((47) Κηδάρ, etc. Catena Corderii.) [*]((48) Ἐγὼ μέν ᾖρα, etc. Catena Corderii.) [*]((49) Μὴ περιτραπῇς, ete. Eadem.) [*]((50) Οὖτος, οἶμαι, etc. Schedæ Grabii.) [*]((51) Ἔξοδον τήν, etc. Eædem.) [*]((52) Δύνανται οἱ εἰρηκτότες, etc. Catena Corderii.) [*]((53) Ἐστῶτις ἦσαν, etc. Eadem.)

1633
« Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς· » καὶ ἐν τῷ, « Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν.

Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοκὴ αὐτῆς ἐπὶ τὸ αὐτὸ, κ. τ. ἑ. Ὅταν ἡ τῶν (54) πτιστευόντων καρδία καὶ ψυχὴ μία ᾖ, καὶ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, Ἱερουσαλήμ εἰσι, καὶ ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.

Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, κ. τ. ἑ. Προφητεύει (55) ἐπὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ γνῶσιν τοῦ Θεοῦ· πᾶσαι γὰρ αἱ φυλαὶ τετυχήκασι τῆς ἀρετῆς καὶ τῆς γνώσεως τοῦ Θεοῦ.

Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι, κ. τ. ἑ. Περὶ τῶν θρόνων (56) τούτων καὶ ἐν τῷ Εὐαγγελίῳ εἴρηται τό· « Καθήσεσθε ἐπὶ θρόνους δώδεκα, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. » Περὶ τῶν ἐν τῇ Ἱερουσαλὴμ θρόνων ὁ Ἱερεμίας οὕτως φησί· « Καὶ εἶπε Κύριος πρὸς μέ· Ἀπὸ προσώπου τοῦ Βοῤῤᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν νῆν· διότι ἰδοὺ ἐγὼ καλῶ πάσας τὰς βασιλείας ἀπὸ Βοῤῤᾶ, λέγει Κύριος· καὶ ἥξουσι, καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ἱσρουσαλὴμ, καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα. Καὶ λαλήσω μετὰ κρίσεως πρὸς αὐτοὺς περὶ πάσης τῆς κακίας αὐτῶν, ἧς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις, καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. »

Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ, κ. τ. ἑ. Ὁ Θεὸς (57) ἐν μὲν τοῖς σωματικοῖς οὐρανοῖς ὡς δημιουργὸς κατοικεῖ διὰ τῆς πολυποικίλου σοφίας αὐτοῦ· ἐν δὲ τοῖς νοητοῖς ὡς δικαιοσύνη, καὶ γνώσει, καὶ σοφίᾳ.

Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κόριον Θεὸν ἡμῶν, ἕως οὖ οἰκτειρήσαι ἡμᾶς, κ. τ. ἑ. Δοῦλοι κυρίων (58) Πατρὸς καὶ Υἱοῦ πνεῦμα καὶ σῶμα· παιδίσκη δὲ κυρίας τοῦ ἁγίου Πνεύματος ἡ ψυχή. Τὰ δὲ τρία Κύριος ὁ Θεὸς ἡμῶν ἐστιν· οἱ γὰρ τρεῖς τὸ ἕν εἰσιν. Ὀφθαλμοὶ γοῦν δούλων εἰς χεῖρας κυρίων ὁρῶντες, ὅτε διὰ χειρῶν νεύοντες κελεύσουσιν. Ἤ χεῖρες κυρίων μὲν Πατρὸς καὶ Υἱοῦ οἱ ἑκατέρου ἄγγελοι· κυρίας δὲ τοῦ ἁγίου Πνεύματος αἱ οἰκεῖαι αὐτοῦ δυνάμεις.