Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἤξει ἡ βοήθειά μου, κ. τ. ἑ. Ἐγὼ μὲν ᾖρα (48), φησὶ, τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, τοὺς ἁγίους ἀγγέλους, ὡς μέλλων ὑπό τινος αὐτῶν βοηθεῖσθαι· ἦλθε δέ μοι ἡ βοήθεια παρὰ Κυρίου, « τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. » Οὐ γὰρ ἁπλῶς προσέθηκε, « τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. » Εἰ γὰρ καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν αὐτὸς, φησὶν, ἐποίησεν, πανταχοῦ δύναται καὶ ἐν ἀλλοτρίᾳ βοηθεῖσθαι, καὶ ἐν βαρβάροις χεῖρα ὀρέξαι.

Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε, κ. τ. ἑ. Μὴ περιτραπῇς (49), φησὶ, μηδὲ σκανδαλισθῇς, καὶ τότε ἔξεις τὸν Θεὸν χεῖρα ὀρέγοντα· ὥστε παῤ ἡμῶν δεῖ εἶναι τὰς ἀρχὰς, καὶ ὁ Θεὸς τοῦ ὀρέξαι χεῖρα ἕτοιμος.

Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδέ ἡ σελήνη τὴν νύκτα, κ. τ. ἑ. Οὗτος, σἶμαι (50), ὁ ἥλιος ὃς ἀνατέλλει ἐπὶ τὴν σπαρεῖσαν γῆν καὶ ξηραίνων αὐτὴν, καθʼ ἣν « ὁ ἅφρων ὡς σελήνη ἀλλοιοῦται. »

Κύριος φυλάξει τὴν εἴσοδόν σου κοὶ τὴν ἕξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἔως τοῦ αἰῶνος, κ. τ. ἑ. Ἔξοδον τὴν (51) ἀπὸ κακίας εἰς ἀρετὴν, εἴσοδον τὴν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν γνῶσιν τοῦ Θεοῦ.