Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Μή ποτε εἴποι σ ἐχθρός μου· Ἵσχυσα πρός αὐτόν. Ὁσάκις ἁμαρτάνομεν, τοσαυτάκις λέγει τοῦτο ὁ ἐχθρός· « Ἴσχυσα πρὸς αὐτόν. Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. » Οἱ ἅγγελοι χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν, οἱ δαίμονες ἐπὶ τοῖς ἁμαρτάνουσιν ἀγάλλονται. Οἱ μὲν γάρ τέ εἰσιν ἀρετῆς. οἱ δὲ κακίας ἐρασταί. Ἐν ἀγαλλιάσει ἔσονται καὶ εὐφροσύνῃ, ἐὰν μόνον ἴδωσί με τῆς εἰς σὲ ἐλπίδος ἐκπεπτωκότα καὶ ἀπελπίσαντα.

Τοῦ αὐτοῦ. Κἅν μὴ παντελῶς πέσω, μόνον δὲ σαλευθῶ, οἱ θλίβοντές με ἀγαλλιάσονται, φησὶν ὁ Προφήτης. Καὶ ὡς ὁ Προφήτης φησὶν ἐν τῷ ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ· « Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. »

Τοῦ αὐτοῦ. Ἐπιχαίρουσι γὰρ πίπτουσι (13), λυπεῖσθαι δέον. Ὅπερ οὐ πείσομαι ἐλέει τῷ σῷ. Προσδοκῶ γάρ σου τὸ σωτήριον, ἐφʼ ᾧ τις εὐφραίνεαι πεῖραν Θεοῦ σωτηρίας ἔχων. Δύναται δὲ καὶ προφτ·τεία εἶναι περὶ Χριστοῦ· ἐλθὼν γὰρ ἐπὶ σωτηρίσνκόσμου, ἐφώτισέ τε καὶ καθεῖλε τὸν ὑπερηφάνως ἐπιχαίροντα τοῖς κλονουμένοις. Ἐπιβλέψας γὰρ ἐπεδήμησεν. Ὁ δὲ εὐπαθῶν ἐπινίκιον ὕμνον προσάγει λέγων· [*]((12) Φωτίσατε ἑαυτοῖς, etc. E codice Anglicano hæc exscripsit Grabius.) [*]((13) Ἐπιχαίρουσι γὰρ πίπτουσι, etc. Ε Catcna collegii nov Oxoniensis.)

1205
« Ἅσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου, » πραγματικῶς μαθὼν τὸ πρὸς τοὺς εὐχομένους καλῶς ὑπὸ τοῦ Κυρίου λεγόμενον· « Ἔτι σου λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. » Λέγει τοῖς συνοῦσιν ὡς ὧν ἤθελεν ἔτυχε· διὸ καὶ ὑμνεῖ. Οὕτω δεῖ καὶ ἡμᾶς καθʼ ἑκάστην ᾄδειν εὐεργεσίαν τῇ θεωρίᾳ, καὶ τῷ ψάλλειν πρᾶξιν ἐπάγοντας.

Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπτισα· ἀγαλλιάσεται ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Ἐκεῖνοι μὲν ἐπιχαίροντες (14) τῇ πτώσει μου προσδοκῶσιν ἀγαλλιασθῆναι· ἐγ ὼ δὲ ἐπὶ σοὶ καὶ τῷ ἐλέει τῷ σῷ ἤλπισα.

Ἅσω τῷ Κυρίῳ τῷ εὺεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου, κ. τ. ἑ. Ὁ εὐεργετηθεὶς (15) ᾀδέτω, καὶ ὁ εὐθυμῶν ψαλλέτω. Φησὶ γάρ « Εὐθυμεῖ τις ἐν ἡμῖν; ψαλλέτω.» Ἕξω καὶ εἰς τὸν ἐξῆς χρόνον ἀνεπίληστον ἐν τῇ ψυχῇ τῆς εὐεργεσίας τὸ μέγεθος.