Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Φώτισον τοὺς ὀφθαλμούς μοι, μή ποτε ὑπνώσω εἰς θάνατον, κ. τ. ἑ. « Φωτίσατε ἑαυτοῖς (12) φῶς γνώσεως. » Ὡς ἐν σκότει ταῖς συμφοραῖς περιέχομαι, καὶ εἰ μή μου τὸ τῆς ἀθυμίας ἀπελάσῃς σκότος, ἀλλʼ ὑπερθῇ τὴν βοήθειαν, εἰς θάνατον ὁ ὕπνος μεταβληθήσεται, τῆς λύπης παντελῶς τοῦ λογισμοῦ κρατησάσης.

Μή ποτε εἴποι σ ἐχθρός μου· Ἵσχυσα πρός αὐτόν. Ὁσάκις ἁμαρτάνομεν, τοσαυτάκις λέγει τοῦτο ὁ ἐχθρός· « Ἴσχυσα πρὸς αὐτόν. Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. » Οἱ ἅγγελοι χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν, οἱ δαίμονες ἐπὶ τοῖς ἁμαρτάνουσιν ἀγάλλονται. Οἱ μὲν γάρ τέ εἰσιν ἀρετῆς. οἱ δὲ κακίας ἐρασταί. Ἐν ἀγαλλιάσει ἔσονται καὶ εὐφροσύνῃ, ἐὰν μόνον ἴδωσί με τῆς εἰς σὲ ἐλπίδος ἐκπεπτωκότα καὶ ἀπελπίσαντα.

Τοῦ αὐτοῦ. Κἅν μὴ παντελῶς πέσω, μόνον δὲ σαλευθῶ, οἱ θλίβοντές με ἀγαλλιάσονται, φησὶν ὁ Προφήτης. Καὶ ὡς ὁ Προφήτης φησὶν ἐν τῷ ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ· « Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. »

Τοῦ αὐτοῦ. Ἐπιχαίρουσι γὰρ πίπτουσι (13), λυπεῖσθαι δέον. Ὅπερ οὐ πείσομαι ἐλέει τῷ σῷ. Προσδοκῶ γάρ σου τὸ σωτήριον, ἐφʼ ᾧ τις εὐφραίνεαι πεῖραν Θεοῦ σωτηρίας ἔχων. Δύναται δὲ καὶ προφτ·τεία εἶναι περὶ Χριστοῦ· ἐλθὼν γὰρ ἐπὶ σωτηρίσνκόσμου, ἐφώτισέ τε καὶ καθεῖλε τὸν ὑπερηφάνως ἐπιχαίροντα τοῖς κλονουμένοις. Ἐπιβλέψας γὰρ ἐπεδήμησεν. Ὁ δὲ εὐπαθῶν ἐπινίκιον ὕμνον προσάγει λέγων· [*]((12) Φωτίσατε ἑαυτοῖς, etc. E codice Anglicano hæc exscripsit Grabius.) [*]((13) Ἐπιχαίρουσι γὰρ πίπτουσι, etc. Ε Catcna collegii nov Oxoniensis.)

1205
« Ἅσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου, » πραγματικῶς μαθὼν τὸ πρὸς τοὺς εὐχομένους καλῶς ὑπὸ τοῦ Κυρίου λεγόμενον· « Ἔτι σου λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. » Λέγει τοῖς συνοῦσιν ὡς ὧν ἤθελεν ἔτυχε· διὸ καὶ ὑμνεῖ. Οὕτω δεῖ καὶ ἡμᾶς καθʼ ἑκάστην ᾄδειν εὐεργεσίαν τῇ θεωρίᾳ, καὶ τῷ ψάλλειν πρᾶξιν ἐπάγοντας.

Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπτισα· ἀγαλλιάσεται ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Ἐκεῖνοι μὲν ἐπιχαίροντες (14) τῇ πτώσει μου προσδοκῶσιν ἀγαλλιασθῆναι· ἐγ ὼ δὲ ἐπὶ σοὶ καὶ τῷ ἐλέει τῷ σῷ ἤλπισα.

Ἅσω τῷ Κυρίῳ τῷ εὺεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου, κ. τ. ἑ. Ὁ εὐεργετηθεὶς (15) ᾀδέτω, καὶ ὁ εὐθυμῶν ψαλλέτω. Φησὶ γάρ « Εὐθυμεῖ τις ἐν ἡμῖν; ψαλλέτω.» Ἕξω καὶ εἰς τὸν ἐξῆς χρόνον ἀνεπίληστον ἐν τῇ ψυχῇ τῆς εὐεργεσίας τὸ μέγεθος.

Εἰπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι, κ. τ. ἑ. Εἰ ἐν τοῖς ἐπιτηδεύμασι (16) διαφθείρονται, οὐχ ἡ φαύλη ἔννοια διαφθείρει τινὰ, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα ἡ κακία. Ἀπὸ διαθέσεως καρδιακῆς εἰπόντες μὴ εἷναι Θεὸν, ἀκολούθως λοιπὸν ὡς ἄθεοι ἐβίωσαν, καὶ τὸν βίον ἔσχον διεφθαρμένον καὶ πάσης ἀκαθαρσίας ἀνάπλεων.

Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, κ. τ. ἑ. Οἱ λέγοντες (17) « Δοῦλοι ἀχρεῖοί ἐσμεν,» δυνάμει λέγουσιν, Ἠχρειώθημεν.

Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; κ. τ. ἑ. « Ἥξει ἐκ Σιὼν (18) ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. » Εἰ δὲ ἐκ Σιὼν ἔρέται ὁ Σωτὴρ, αὐτὸς δὲ ἐκ τοῦ Πατρὸς ἐξῆλθε καὶ ἦκεν, ἡ Σιὼν νῦν σύμβολόν ἐστι τοῦ Πατρός. Οὐ τὴν γενομένην σωτηρίαν τοῖς ἐπὶ Ἐζεχίου μόνον προσαγορεύει, ἀλλὰ καὶ τὴν πολλοῖς ὕστερον χρόνοις γενομένην ἐκεῖθεν τοῦ Σωτῆρος ἡμῶν σωτήριον ἐπιφάνειαν. Πάντων γὰρ ἐκκλινάντων, ἀναγκαίως ἔδει λοιπὸν παρεῖναι τὸν δυνάμενον ἀφεῖναι ἁμαρτίας καὶ σῶσαι. « Ἐκ Σιὼν » δὲ, ὅτι ἐκ σπέρματος Ἰσραὴλ, καὶ ὅτι ἐκ Σιὼν ἥξεν ὁ ἐρχόμενος, ὡς γέΓραπται. Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. » Αἰχμαλωσία ἐστὶν ἡ ἀπὸ γνώσεως καὶ ἀρετῆς ἐπὶ ἀγνωσίαν καὶ κακίαν ἀκούσιος μετάβασις. « Ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.» Ἀγαλλιάσεται μὲν ὁ πραττικὴν ἀπάθειαν κτησάμενος· εὐφραίνεται δὲ ὁ γνωσικῆς θεωρίας καταξιωθείς.

Tοῦ αὐτοῦ. Μυρίων ἐπὶ τὴς οἰκουμένης(19) κυριευόντων [*](34 Isa. LVIII, 9. Jacob. v, 13. Luc. XVII, 10. 37 Isa. LIX, 20.) [*]((14) Ἐκεῖνοι μὲν ἐπιχαίροντες, etc. Schedæ Grabii.) [*]((15) Ὁ εὐεργετηθείς, etc. Schedæ Grabii.) [*]((16) Εἰ ἐν τοῖς ἐπιτηδεύμασι, etc. Schedæ Grabii.) [*]((17) Οἱ λέγοντες, etc. Schedæ Grabii, et Corderus.)

1208
κακῶν, τοῦ μόνου τὴν βοήθειαν ἐνεγκεῖν δυναμένου συναισθόμενον τὸ Πνεῦμα τὸ ἅγιόν φησι· Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; » θὐ γὰρ Μωϋσῆς, οὐκ Ἠλίας, οὐχ ἰσαίας, οὐχ οἱ λοιποὶ τῶν προφητῶν ἐδεδώκεισαν· πάντα τοῦ νόμου τὰ ἔργα πρὸς τοιοῦτόν τι ἦν ἀσθενῆ. Ἀναγκαίου δὲ ὄντος τοῦ ἰατροῦ, τοῦ τὰ πάντα ἰᾶσθαι δυναμένου οὐ τέχνῃ καὶ οὐκ ἔργῳ, ἀλλὰ τῇ τοῦ λόγου δυνάμε, τοῦτον ἐλθεῖν προσεύχεται τὸ Πνεῦμα τὸ ἅγιον.

Τοῦ αὐτοῦ. Ἐν τοῖς τῆς Παλαιᾶς (20) « τὸ σωτήριον καλεῖσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διδασκόμεθα, καὶ κυρίως « τοῦ σωτηρίου » τῷ ὀνόματι διʼ ἐπαγγελίας τοῖς ἕθνεσιν ἀπήγγελται· φησὶ γὰρ ὁ Ἡσαΐας· « Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα ἅκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ ἡμῶν. » Καὶ πάλιν ἐν Ψαλμοῖς εἵρηται· « Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ. ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. » Καὶ πάλιν· « Δεῖξον ἡμῖν, Κύριε, τὸ ἕλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. »