Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τόν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι, κ. τ. ἑ. Ἡ σύνεσις προτέρα ἐστὶ τῆς γνώσεως, ὡς εἶναι τὸν γνωστικὸν καὶ συνετόν· τὸν δὲ συνετὸν οὐ πάντως καὶ γνωστικόν·

Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω, κ. τ. ἑ. Ἐξ ὅλης καρδίας ἀγαπῶν τὸν Θεὸν, οὗτος ἐν ὅλῃ κράζει καρδίᾳ.

Τοῦ αὐτοῦ. Οὐχ ἡ κραυγὴ μεγάλη ἐστὶ φωνὴ, ἀλλὰ τὸ μέγεθος τῶν σημαινομένων ὑπʼ αὐτῆς τῷ Θεῷ. Ὁ γὰρ δίκαιος μεγάλην ἀποτελεῖ πρὸς τὸν Θεὸν φωνὴν, αἰτῶν ἐπουράνια καὶ μεγάλα. Οὕτω καὶ ὁ δίκαιος Ἄβελ ἀποθανὼν λαλεῖ· «Φωνὴ γὰρ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς· » ἵνα δηλωθῇ, ὅτι δίκαιος πρὸς τὸν Θεὸν μεγάλῃ κέκραγε φωνῇ. Καὶ τῷ Μωσῇ καταδιωκομένῳ ὑπὸ τῶν Αἰγυπτίων λέγει· «Τί βοᾷς πρὸς μέ;»

Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐξέκραξα· εἰς τοὺς λόγους σου ἐπήλπισα, κ. τ. ἑ. Ἀωρία ἐστὶ νοητὴ διάθεσις ἕξεως ἐπὶ τὴν γνῶσιν σπουδάζουσα.

Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ· ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν, κ. τ. ἑ. Διδασκόμεθα ἀπὸ τοῦ λεγομένου εἰδέναι τί πάσχει ὁ καταδιώκων τὸν δίκαιον· ὅσῳ γὰρ ἐγγίζει εἰς τὸ διώκειν τὸν δίκαιον, τοσούτῳ μακρὰν γίνεται τοῦ νόμου τοῦ Θεοῦ. Ὅσον δὲ ἀπὸ τοῦ νόμου, μακρύνεται καὶ ἀπὸ τῆς ζωῆς, ὅτι αὐτὴ ζωὴ ἡμῶν.

Ἐγγὺς εἷ σὺ, Κύριε, καὶ πᾶσαι αἰ ὁδοί σου ἀλήθεια, κ. τ. ἐ. Αὐτὸς μὲν οὖν ἐγγίζει οὔτως· ἀλλʼ ἐὰν μὴ καὶ ἡμεῖς ἐνεργήσωμεν αὐτοῦ ἐγγίζοντος τὸ ἐγγίζειν αὐτῷ, οὐκ ἀπολαύσομεν τῆς ἐγγύτητος αὐτοῦ. Διὰ τοῦτο πόῤῥω εἰσὶν οἱ ἁμαρτωλοὶ τοῦ Θεοῦ. « Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. » Ὁ δὲ δίκαπος ἐνεργεῖ τὸ ἐγγίζειν τῷ Θεῷ.

Τοῦ αὐτοῦ. Ἐγγύς ἐστιν ἡ δικαιοσύνη τοῦ πεφυκότος δικαιοπραγεῖν· πολλῷ δὲ πλέον ἐστὶν ἐγγύτερον τῶν κατʼ ἐνέργειαν κτησαμένων δικαιοσύνην καὶ γνῶσιν.

[*](Vemε. 1S2. fnino cognovi de testimoniis tuis, quia Κατʼ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυριῷν σου, ὅτι)[*](62 Prov. 1, 22. 63 Ger. iv, 10. 64 Exod. xiv, 15 65 Psal. LXXI, 27.)
1621

??ὸν αἰῶνα ἐθεμελίωσας αὐτὰ, κ. τ. ἑ Ἡ γνῶμοι ἀρχῆθεν ἀρξαμένῳ τοῦ θεοσεβεῖν ἐλήλυθεν τῶν σῶν μαρτυρίων· συνεργούμενος γὰρ ἀπὸ νενοηκέναι τὰ μαρτύρια τὰ παραδεδομένα, οὕτως ζόμην, καὶ ἠκοντιζόμην ἐπὶ τὴν γνῶσιν, καὶ ν, ὅτι τὰ μαρτύρια εἰς τὸν αἰῶνα ἐθεμελίωσας. ἐθεμελίωσεν ὁ Θεὸς τὰ μαρτύρια, οὐδέπω λήἰς τὸ θεμελιοῦσθαι, ἀλλὰ ζῇ τὸ θεμελιούμενον οἰκοδομούμενον. Τί δὲ ἐποικοδομεῖ; προστάγμαντολὰς, δικαιώματα, κρίματα, σοφίαν, γνῶσιν· οὕτως ἀπαρτίζει τὴν οἰκοδομὴν ἐν πᾶσιν ἀγαθοῖς ις, λόγοις σοφίας, ἐπιστήμης γνώσει· ἅτινα ἐὰν τὴν θεμελίωσιν τεθῇ, ἔχει τις ἑαυτοῦ οἰκοδόμητέλειον, ἄξιον τοῦ ἐνοικῆσαι ἐν αὐτῷ τὸν Θεὸν μπεριπατῆσαι.

δε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι νόμου σου οὐκ ἐπελαβόμην, κ. τ. ἑ. Μακάριον πιον τοῦ Θεοῦ ταπεινοῦσθαι· φησὶ γὰρ Ἰάκωβος· πεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς. » ν τοίνυν οὕτως ταπεινωθῶμεν, κἂν ὑπὸ δαιμόἐπιβουλευθῶμεν, κἂν ὑπὸ ἀνθρώπων μισούντων ἀρετὰς πολεμηθῶμεν, ἔχομεν τὸν Θεὸν ἐξαιρού ν, μόνον ἵνα τοῦ νόμου αὐτοῦ μὴ ἐπιλαθώμεθα, ὲ ἀποκάμωμεν ἐν ταῖς θλίψεσι.

ακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ διώματά σου οὐκ ἐξεζήτησαν κ. τ. ἑ. Εἰ ἡ σωία ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις τοῦ Θεοῦ, η δὲ καθαραῖς ψυχαῖς ἐγγίνεται, καλῶς λέγεται ι Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία· εἰς γὰρ καχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία. » Οὗ γὰρ ὺς ἡ κρίσις, ἐγγὺς καὶ ἡ σωτηρία· καὶ οὗ μαν ἡ σωτηρία, καὶ ἡ κρίσις μακράν. Διὰ τί; Ἐπειὰ δικαιώματά σου οὐκ ἐξεζήτησεν. Οὐ γὰρ ἡ ηρία σου φεύγει ἡμᾶς, ἀλλʼ ἡμεῖς αὐτήν· Ἦλγὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ἡ σωτηρία, ζητῆσαι σῶσαι τὸ ἀπολωλός. »

ἱ οἱκτιρμοί σου πολλοὶ, Κύριε· κατὰ τὸ κρῖσου ζῆσόν με, κ. τ. ἑ. Ἔλεο· ἀνθρώπου ἐπὶ τὸν σίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα· ὁ δικαιότατος γὰρ ἄνθρωπος ὡς πρὸς τὴν ἀκριβῆ Θεοῦ κρίσιν ἐλέου δεῖται Θεοῦ· ὅπου γε καὶ αὐτὸ δοκεῖν γεγονέναι δίκαιον, ἐλέῳ γίνεται τοῦ Θεοῦ. γὰρ ἄξιόν τις πεποίηκεν αἰωνίου μακαριότητος; ἐν δὲ ἀκρίτως ὁ Θεὸς ποιεῖ, οὐδὲ ζωοποιεῖ. Οἱ τιρμοὶ δὲ πολλοὶ, πολλῶν ὄντων, ἐφʼ οὓς γίται.

Τολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες· ἐκ ν μαρτυρίων σου οὐκ ἐξέκλινα, κ. τ. ἑ. « Μακάι, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. »

Τοῦ αὐτοῦ. Τὸ πλῆθος ἐχθροὺς ὁρατοὺς καὶ ἀοράς αἰνίττεται, ὧν οἱ διωγμοὶ καὶ αἱ θλίψεις διά· ροι. Οἱ μὲν γὰρ φιλίαν ὑποκρινόμενοι τὰς ἡδονὰς οβάλλουσιν· οἱ δὲ τὴν ἔχθραν γυμνώσαντες πᾶν ος πειρασμῶν ὑποφέρουσιν. Ἀλλʼ ἡμεῖς ἐκ τῶν [*](64 Jac. iv, 10. 67 Sap. i, 4. 69 Luc. xix, 10. 80 Matth. v, 10.)

1624
μαρτυρίων τοῦ Θεοῦ μὴ ἐκκλίνωμεν, ἐν οἷς ἡμῖν διἐμαρτύρατο· « Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. »

Εἶδον ἀσυνετοῦνεας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο, κ. τ. ἑ. « Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. »

Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με, κ. τ. ἑ. Καὶ ἐπὶ τοῦτο προκαλεῖται τὸν Θεὸν, καί φησι πρὸς αὐτόν· Καλῶ σου τὸ πρόσωπον. Θαῤῥῶ γὰρ, ὅτι τὸ πρόσωπόν σου κλίνων πρὸς μὲ, ἵνα με κατανοήσῃς, ὄψει τίνα τρόπον τὰς ἐντολάς σου τετήρηκα· τοὺς γὰρ τύπους τῶν ἀγαθῶν ἔργων εὑρήσεις ἐν ἐμοί.

Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου, κ τ. ἑ. Ἄρχοντας λέγει τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. « Ἔρχεται γὰρ, φησὶν, ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. » Κόσμον δὲ λέγει οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τοὺς κοσμικὸν βίον βιοῦντας.

Τοῦ αὐτοῦ. Ἔχει μὲν καὶ τὸ ἴδιον τοῦ Δανῒδ ὁ λόγος, ὅτι, μάτην καὶ κατὰ φθόνον ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, φόβῳ τῷ πρὸς Θεὸν ἐπέσχε τὸ ἀμύνασθαι. Διήκει δὲ καὶ εἰς τὸ κοινὸν, ὅτι τῶν ἀρχοντιῶν πολεμίων οὐκ ἔστιν ἑτέρως ἀβλαβεῖς ἀπαλλάττεσθαι, μὴ οὐχὶ φόβῳ Θεοῦ φρουρουμένους.

Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε· ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου, κ. τ. ἑ. Ὥσπερ ἡ ὀγδόη σύμβολόν ἐστι τεῦ μέλλοντος αἰῶνος, δύναμιν ἀναστάσεως περιέχουσα, οὕτω καὶ ἡ ἑβδόμη σύμβολέν ἐστι τοῦ κόσμου τούτου. Μήποτε οὖν τοὺς περὶ δικαιοκρισίας λόγους τοῦ κόσμου τούτου τοῦ αἰσθητοῦ γινώσκων ὁ Δαυῒδ, ᾔνει τὸν Κύριον.

Τοῦ αὐτοῦ. Παῤ ὅλον τὸν βίον αὐτοῦ ὁ δίκαιος φωτιζόμενος ἐν ἡμέρᾳ ἔσται τελείᾳ, οὐ μεσολαμβανομένῃ ὑπὸ νυκτός· καὶ αἰνεῖ τὸν Θεὸν ἑπτάκις ὑπερκόσμιος γεγονὼς, τῷ ἄνω κεχωρηκέναι τοῦ ἓξ ἡμέραις γενομένου κόσμου· ὅτε καὶ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ γενόμενος, τὸν τῆς δημιουργίας καὶ προνοίας Θεοῦ λόγον θεωρήσας, ἐξομολογεῖται τὰ κρίματα τῆς δικαιοσύνης τοῦ Θεοῦ· καθʼ ἃ κρίματα ἕκαστον πρᾶγμα ποικίλην δημιουργίαν καὶ πρόνοιαν ἔσχεν.

Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σον, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον, κ. τ. ἑ. Εἰ οἱ μικροὶ σκανδαλίζονται, οἱ μικροὶ οὐκ ἀγαπῶσι τὸν Κύριον. « Ὅστις γὰρ σκανδαλίσῃ, φησὶν, ἕνα τῶν μικρῶν τούτων. » Οἱ δὲ ἀγαπῶντες τὸν Κύριον οὐ σκανδαλίζονται. Οἱ μικροὶ οὐκ ἀγαπῶσι τὸν Κύριον· διὸ καὶ ἀγνοοῦσι τοὺς λόγους τῶν γινομένων, ἐφʼ οἷς καὶ σκανδαλίζονται. Εἰρήνη οὐ πρὸς τοὺς ἀοράτους ἐχθροὺς, ἀλλὰ πρὸς τὸν Θεὸν, καὶ οὐκ ἔστιν αὐτοῖς πρόσκομμα. Ἐξομαλίζει γὰρ τούτοις ὁ νόμος τὴν ὀδὸν τῆς ἀρετῆς, πᾶν σκῶλον τῆς ἁμαρτίας ἐξαίρων. Ἤ εἰρήνη καὶ πρὸς τοὺς τῆς αὐτῆς πίστεως, εἰ καὶ ἐκεῖνοι πολλάκις εἰρηνεύειν πρὸς τούτους οὐ βούλονται.

[*](70 Act. xiv, 21. 71 Psal. lxviii, 10; Joan. 11, 17. 72 ibid. xiv, 30 72 Matth. xviii, 6.)
1625