Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες· ἐκ ν μαρτυρίων σου οὐκ ἐξέκλινα, κ. τ. ἑ. « Μακάι, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. »

Τοῦ αὐτοῦ. Τὸ πλῆθος ἐχθροὺς ὁρατοὺς καὶ ἀοράς αἰνίττεται, ὧν οἱ διωγμοὶ καὶ αἱ θλίψεις διά· ροι. Οἱ μὲν γὰρ φιλίαν ὑποκρινόμενοι τὰς ἡδονὰς οβάλλουσιν· οἱ δὲ τὴν ἔχθραν γυμνώσαντες πᾶν ος πειρασμῶν ὑποφέρουσιν. Ἀλλʼ ἡμεῖς ἐκ τῶν [*](64 Jac. iv, 10. 67 Sap. i, 4. 69 Luc. xix, 10. 80 Matth. v, 10.)

1624
μαρτυρίων τοῦ Θεοῦ μὴ ἐκκλίνωμεν, ἐν οἷς ἡμῖν διἐμαρτύρατο· « Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. »

Εἶδον ἀσυνετοῦνεας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο, κ. τ. ἑ. « Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. »

Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με, κ. τ. ἑ. Καὶ ἐπὶ τοῦτο προκαλεῖται τὸν Θεὸν, καί φησι πρὸς αὐτόν· Καλῶ σου τὸ πρόσωπον. Θαῤῥῶ γὰρ, ὅτι τὸ πρόσωπόν σου κλίνων πρὸς μὲ, ἵνα με κατανοήσῃς, ὄψει τίνα τρόπον τὰς ἐντολάς σου τετήρηκα· τοὺς γὰρ τύπους τῶν ἀγαθῶν ἔργων εὑρήσεις ἐν ἐμοί.

Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου, κ τ. ἑ. Ἄρχοντας λέγει τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. « Ἔρχεται γὰρ, φησὶν, ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. » Κόσμον δὲ λέγει οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τοὺς κοσμικὸν βίον βιοῦντας.

Τοῦ αὐτοῦ. Ἔχει μὲν καὶ τὸ ἴδιον τοῦ Δανῒδ ὁ λόγος, ὅτι, μάτην καὶ κατὰ φθόνον ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, φόβῳ τῷ πρὸς Θεὸν ἐπέσχε τὸ ἀμύνασθαι. Διήκει δὲ καὶ εἰς τὸ κοινὸν, ὅτι τῶν ἀρχοντιῶν πολεμίων οὐκ ἔστιν ἑτέρως ἀβλαβεῖς ἀπαλλάττεσθαι, μὴ οὐχὶ φόβῳ Θεοῦ φρουρουμένους.

Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε· ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου, κ. τ. ἑ. Ὥσπερ ἡ ὀγδόη σύμβολόν ἐστι τεῦ μέλλοντος αἰῶνος, δύναμιν ἀναστάσεως περιέχουσα, οὕτω καὶ ἡ ἑβδόμη σύμβολέν ἐστι τοῦ κόσμου τούτου. Μήποτε οὖν τοὺς περὶ δικαιοκρισίας λόγους τοῦ κόσμου τούτου τοῦ αἰσθητοῦ γινώσκων ὁ Δαυῒδ, ᾔνει τὸν Κύριον.