Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἰπάτω δὴ οἶκος Ἰσραὴλ, κ. τ ἑ. Τὸ, « Εἰπὰτω δὴ Ἰσραὴλ, » ἐν τούτῳ εἴρηται. καὶ ἐν τῷ· « Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, » ὄντι ρκϚ΄, ὄντι τῶν ἀναβαθμῶν ε΄· καὶ ἐν τῷ ρκη, ὄπι τῶν ἀναβαθμῶν ι΄· οὗ ἡ ἀρχή· « Πλεονάκις ἐπολέμησάν με, εἰπάτω δὴ Ἰσραήλ.»

Εἰπάτω δὴ οἶκος Ἀαρὼν, κ. τ. ἑ. Ἐὰν μή τις ᾗ Ἰσραὴλ, ἢ οἶκος Ἀαρὼν, ἢ φοβούμενος τὸν Κύριον, οὐ γεύεται τῆς χρηστότητος Κυρίου, οὗ εἰς αἰῶνα τὸ ἔλεός ἐστι. Διὸ οὗτοι μόνοι ἐροῦσι τὸ, « Εἰς τὸν αἱῶνα τὸ ἔλεος αὐτοῦ. » Οἷς οἶμαι τρισὶν οὗσι τάγμασι τρεῖς εἶναι γενικοὺς ἐλέους. Ἐτεὶ δὲ οἷκός ἐστι σὐστημα νομίμως ἱδρυμένον πρὸς βίον, διὰ τοῦτο νῦν « ὁ οἶκος » ἐπὶ τοῦ οἴκου Ἀαρὼν τέτακται. Καὶ σκόπει εἰ δύναται ὁ ναὸς εἶναι οἶκος Ἀαρὼν, ὅπου οἱ ἱερεῖς τὴν λατρείαν ἐπιτελοῦσι. Κεχωρισμένους οὖν τοὺς ἱερεῖς εἰς τὴν ὑμνῳδίαν ἐκάλει, ὅτι καὶ πλείονος ἀπήλαυον αὐτοὶ τιμῆς, οὐ μόνον κατὰ τὸν τῆς ἱερωσύνης λόγον, ἀλλὰ καὶ κατὰ τὰ ἄλλα πάντα. Καὶ γὰρ ἡνίκα πῦρ κατηνέχθη, διʼ αὐτοὺς κατηνέχθη, καὶ γῆ ἐσείσθη, καὶ ῥάβδος ἐβλάστησε· καὶ μυρία ἕτερα γέγονε διʼ αὐτῶν καὶ ὑπὲρ αὐτῶν θαύματα.

Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, κ. τ. ἑ. Καὶ ἀνωτέρω λέγεται· Ἰσραὴλ ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον· εἶτα οἶκος Ἀαρὼν, εἶτα οἱ φοβούμενοι τὸν Κύριον, καὶ ἕν εἶναι τοὺς φοβουμένους τὸν Κύριον, καὶ τὸν οἶκον Ἀαρὼν καὶ τὸν Ἰσραὴλ προλαβόντες εἰρήκαμεν· διὸ κοινὴν αὑτοὺς ᾠδὴν προφέρειν ἐκέλευσε τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλοντας. Ἔλεος γὰρ Κυρίου ὑπὲρ πᾶσαν σάρκα, καὶ οὔτε περιτομὴ, οὔτε ἀκροβυστία χωρὶς ἐλέους σωθῆναι δύναται.

Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, κ τ. ἑ. Ὁ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύων ἐκ θλίψεως ἐπικαλεῖται τὸν Κύριον· ὁ δὲ τὴν πλατεῖαν οὐδὲ ἐπικαλεῖται « Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. »

Οὐ φοβηθήσομαι τί κοιήσει μοι ἄνθρωπος, κ. τ ἐ. Ἄνθρωπον λέγει ἡ Γραφὴ τὸν διάβολον, ὠς τὸ, « Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησε· » τὴν τῶν ζιζανίων σποράν.

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόρματι Κυρίου ἡμυνάμην αὐτοὺς, κ. τ. ἑ. Τῶν δαιμόνων οἱ μὲν ὡς πρακτικὸν, οἱ δὲ ὡς θεωρητικὸν ἐπολέμουν αὐτόν· καὶ τοὺς μὲν προτέρους τῇ δικαιοσύνῃ, τοὺς δὲ δευτέρους τῇ σοφίᾳ ἠμύνατο.

Τοῦ αὐτοῦ. Χριστῷ μᾶλλον ὑπὸ πάντων ἐθνῶν πολεμουμένῳ ἁρμόζει ταῦτα λέγειν. Πολλά ἐστι δογμάτων εἴδη ἅτινα ὁ ἅγιος τῇ σοφίᾳ τοῦ Θεοῦ ἀμύνεται, ἀνατρέπων ὑγιεῖ λόγῳ.

Ἐκύκλωσάν με ὡσεὶ μάλισσαι, κ. τ. ἑ. Ποιεῖ τι γλυκὺ ἕκαστον τῶν δογμάτων τῶν ἐθνῶν, γλυκάζον καὶ τέρπον τὸν ἀκροατήν· διόπερ οἱ πρεσβσύονπαις [*](2 Rom. x, 13. 3 Matth. xiii, 28.)

1581
αὐτὰ ὡς μέλισσαί εἰσιν, ἀλλʼ οὐ μέλίσαι. Καὶ κατὰ τὸν Σολομῶντα δὲ « μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης· » ἥτις ἐστὶ ψευδώνυμος γνῶσις. Ὁ κολλώμενος πρὸς αὐτὴν ἓν σῶμά ἐστιν αὐτῇ, ὡς ὁ τῷ Κυρίῳ καὶ ἀληθεῖ Λόγῳ ἓν πνεῦμα.

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, κ. τ. ἑ. Ἰσχὺς ὁ λόγος ἀναλαβόντος αὐτὸν, διʼ ὃ « πάντα ἰσχύω, » φησὶν ὁ Παῦλος, « ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ. » Οὗτος ὁ λόγος καὶ ὕμνησίς ἐστιν, ἐν ᾧ ἐστιν ἡ θεολογία. Καὶ θαῤῥοῦντος δὲ μάρτυρος εἴη ἡ φωνή· « Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος. »

Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου, κ. τ. ἑ. Τῶν ζώντων ἐστὶ διηγεῖσθαι τὰ ἔργα Κυρίου.

Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, κ. τ. ἑ. Ὥσπερ δικαιοσύνης, μιᾶς τῶν ἀρετῶν, εἰσὶ πύλαι αἱ κατʼ αὐτὴν πράξεις, οὕτως εἶεν ἂν καὶ φρονήσεως πύλαι, καὶ σωφροσύνης, καὶ ἀνδρείας, καὶ τῶν λοιπῶν ἀρετῶν, ἀνεῳγμέναι μὲν ἐν τῷ σπουδαίῳ, κεκλεισμέναι δὲ ἐν τῷ φαύλῳ. Εἰσὶ μέντοιγε καὶ τῶν κακιῶν πύλαι ἠνοιγμέναι μὲν τῷ φαύλῳ διὰ τῶν κατὰ κακίαν πράξεων, ἀποκεκλεισμέναι δὲ ἐν τῷ ἀστείῳ. Μήποτε δὲ καὶ ἄλλως διὰ τό· « Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι·» εἰσὶ πύλαι εἰς τὰς αἰωνίους μονὰς ἑκάστη τῶν ἀρετῶν αἰώνιοι, διʼ ὧν καταλλήλως εἰσελεύσονται ταῖς πράξεσιν ἑαυτῶν οἱ σπουδαῖοι. Τὸν δὲ Σωτῆρα ἐχρῆν διὰ πασῶν ἐξελθεῖν, ἐπαιρομένων καὶ μεγεθυνομένων ἀξίως τοῦ μεγέθους Χριστοῦ. Πάσας γὰρ ἀνέλαβε κατʼ ἀξίαν τῆς ὑποστάσεως Πρωτοτόκου πάσης κτίσεως. Καὶ σκόπει εἰ, ὥσπερ τῷ Σωτῆρι αἴρονται καὶ ἐπαίρονται, οὕτω κατʼ ἀξίαν ἑκάστῳ ἢ αἴρονται καὶ ἐπαίρονται, ἢ τίθενται καὶ οὐκ ἐπαίρονται. Εἰσὶ δὲ καὶ ἔμψυχοι καὶ ζῶσαι αὗται αἱ πύλαι· διὸ λέγεται αὐταῖς τὸ, « Ἐπάρθητε. » Καὶ τάχα οἱ ἄρχοντες καὶ αἱ πύλαι θανόμεναί φασι τὸ, « Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; » Εἰσὶ μέντοιγε αἱ μὲν ὑπὸ πολλοὺς πύλαι δικαιοσύνης, ἡ δὲ τίς μόνου τοῦ Κυρίου πύλη; Πύλας οὖν δικαιοσύνης τὰς διαφόρους τῆς ἀρετῆς ἰδέας καλεῖ· διʼ ἐκείνων γὰρ δυνατὸν ἀξίως ὑμνῆσαι τὸν τῶν ὅλων Θεόν. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν· οἶον γάρ τινα ἀπόκρισιν δίδωσι λέγων· « Αὕτη ἡ πύλη τοῦ Κυρίου. »

Τοῦ αὐτοῦ. Ὡς ἀνοίγονται πύλαι δικαιοσύνης, οὔτω καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης. Διὰ γὰρ τούτων τῶν πυλῶν εἰσέρχεται νοῦς εἰς τὴν βασιλοίαν τῶν οὐρανῶν.

Αὔτη ἡ πύλη τοῦ Κιρίου, κ. τ. ἑ Μετὰ τὸ εἰσελθεῖν διὰ τῶν πρακτικῶν ἀρετῶν εὑρήσομεν τὴν πύλην τῆς γνώσεως, ἥτις ἐστὶν ἡ θεωρία τῶν γεγονότων, σωμάτων καὶ ἀσωμάτων.

Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, κ. τ. ἑ. Τοῦτο τὸ ῥητὸν εἰς Χριστὸν ἀναφέρεται· καὶ γὰρ αὐτὸς ἐν [*](⁴ Prov. v, 3 5 Philipp. IV, 13. 6 Psal. XXIII,)

1584
τοῖς Εὐαγγελίοις ταύτην παράγει τὴν προφητείαν λέγων· « Οὐδέποτε ἀνέγνωτε· Λίθον ὅν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; » Οἰκοδομοῦντας δὲ τοὺς Ἰουδαίους λἐγει, τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζιν αὐτὸν λέγοντες· « Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις » Καὶ πάλιν· « Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. »

Παρὰ Κυρίου ἐγένετο αὔτγ, κ. τ. ἑ. Οὐκ ἦν ἀνθρώπινον τὸ γινόμενον, οὐκ ἦν ἑνὸς τῶν πολλῶν οὐκ ἦν ἀγγέλων, οὐκ ἦν ἀρχαγγέλων τὸ τοιαύτην τλέξαι γωνίαν· οὐδεὶς γὰρ ἴσχυεν, οὐ δίκαιος, οὐ προφήτης, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, ἀλλὰ τοῦ Θεοῦ τὸ κατόρθωμα· τοῦτο ἦν αὐτοῦ ἰδικῶς τὸ ἔργον.

Αὔτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύρος, κ. τ ἑ. Ταύτην τὴν ἡμέραν οὐ νομοθέται, οὐ προφῆται πεποιήκασιν, ἀλλʼ αὐτὸς ὁ τῆς δικαιοσύνης ῆλιος. Ἡμέραν δὲ λέγει τὴν γνῶσιν τοῦ Χριστοῦ.

Τοῦ αὐτοῦ. Ἡμέραν ἐνταῦθα οὐχὶ τὸν δρόμον λέγει τὸν ἡλιακὸν, ἀλλὰ τὰ κατορθώματα τὰ ἐν πὐτῇ γινόμενα. Ὥσπερ γὰρ ἡμέραν πονηρὰν λέγει οὐ τὸν δρόμον τοῦ ἡλίου. ἀλλὰ τὰ ἐν αὐτῇ κακά· οὗτος καὶ ἡμέραν ἀγαθὴν τὰ ἐν αὐτῇ κατορθώματα. Ὅ δὲ λέγει τοιοῦτόν ἐστι· Πάντα τὰ κατορθώματα τὰ ἐν αὐτῇ γινόμενα ὁ Θεὸς ἐποίησε· τῆς γὰρ χειρὸς ἐαείνης μόνης ἦν τὰ γινόμενα. Τί γὰρ τῆς ἡμέρας ταύτης ἴσον γένοιτο ἂν, ἐν ᾗ καταλλαγὴ Θεοῦ πρὸς ἀνθρώπους ἐγένετο, καὶ ὁ χρόνιος κατελύθη πόλεμος, καὶ οὐρανὸς ἀπεδείχθη ἡ γῆ, καὶ οἱ τῆς γῆς ἀνάξιοι ἄνθρωποι τῆς βασιλείας ἐφάνησαν ἄξιοι, καὶ ἡ ἀπαρχὴ τῆς φύσεος τῆς ἡμετέρας ὑπεράνω τῶν οὐρανῶν ἀνηνέχθη, καὶ παράδεισος ἠνοίγη, καὶ τὴν ἀρχαίαν ἀπελάβομεν πατρίδα, καὶ κατάρα ἠφανίσθη, καὶ ἡ ἁμαρτία ἐλύθη; Εἰ γὰρ καὶ πάσας τὰς ἡμέρας ἐποίησεν, ἀλλʼ ἐκείνην ἐξαιρέτως, ἐπειδὴ τὰ μέγιστα ἐν αὐτῇ τῶν οἰκείων μυστηρίων ἐπλήρωσε. Διόπερ καὶ ἡμρῖς ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ διπλῆν τινα χαρὰν πανήγυριν ἄγοντες· μίαν μὲν, ὅτι τῖς αἰχμαλωσίας τοῦ διαβόλου ἐῤῥύσθημεν· δευτέραν δὲ ὅτι καὶ πρὸς βασιλείαν οὐρανῶν ἀναγόμεθα.

Εὐλογημένος ὁ ἐρχόμενος ἐν· ὀνόματι Κυρίου, κ. τ. ἑ. Καὶ ταύτην τὴν φωνὴν οἱ εὐαγγελισταὶ περὶ Χριστοῦ προφητείαν εἶναι ἐξειλήφασιν· αὐτὸς γὰρ ἀληθῶς ἐστιν ὁ αὐθεντικῶς καὶ ἐν ὀνόματι τοῦ Κυ ρίου ἐρχόμενος, πάντων τῶν παρʼ αὐτοῦ ἀνδρῶν ὁμοῦ καὶ ἀγγέλων ἐληλυθότων ὡς Κυρίου δούλων. Ἀμέλει τάδε λέγει Κύριος, ἕκαστος ἔφη· καὶ ἕκαστος τῶν ἀγγέλων φησὶ πρὸς ὅν ἔρχεται· Ὁ Κύριος ἀπέστειλέ με. Ἀλλʼ αὐτὸς ὁ ἐν ὀνόματι Κυρίου ἐρχόμενος εὐλογημένος ἐστί.

Θεὸς Κύρος καὶ ἐπέφανεν ἡμῖν, κ. τ. ἑ. Τὸ γὰς ἐλθεῖν αὐτὸν οὐ τόπον ἐστὶν ἀμεῖψαι, ἀλλʼ ἐπιφανῆναι, πρότερον οὐχ ὁρώμενον· ὑπάρχων γὰρ ἀόρατε. τῷ εἶναι εἰκὼν Θεοῦ ἀοράτου, μορφὴν δούλου λαβὼν, καὶ γενόμενος ὁ Λόγος σὰρξ ὤφθη, ἵνʼ, οὕτω φανεὶς,

1585
χειραγωγήσῃ ἡμᾶς διὰ ταύτης τῆς κατανοήσεως εἰς τὸ καὶ τὴν δόξαν αὐτοῦ θεάσασθαι, « δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. »

Συστήσατε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, κ. τ. ἑ. Οὗτοι πυκάζουσιν, οἱ φύλλοις καὶ καρποῖς κομῶντες· φύλλοις μὲν τοῖς καθήκουσι, καρποῖς δὲ ταῖς ἀρεταῖς· καὶ γὰρ «τὸ φύλλον αὐτῶν οὐκ ἀποῤῥυήσεται· καὶ τὸν καρπὸν αὐτῶν δώσουσιν ἐν καιρῷ αὐτῶν,» διὰ τὸ γεγενῆσθαι αὐτοὺς « ξύλα πεφυτευμένα παρὰ τὰς διεξόδους τῶν ὑδάτων. »