Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Πίστις ἐστὶ ψυχῆς αὐτεξουσίου λογικὴ συγκατάθεσις.

Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνβρωπος ψεύστης. κ. τ. ἑ. Εἰ ἄνθρωπος καὶ ὁ Δαυῒδ, ψεύστης ἐστίν· εἰ δὲ ψεύστης ἐστὶ, λέγων ἑαυτὸν ψεύστην, οὐκ ἔστι ψεύστης, ἀλλʼ ἀληθής ἐστιν. Εἰ δὲ ἀληθής ἐστι λέγων ἑαυτὸν ψεύστην, ἄνθρωπος ὤν οὐκ ἔστι ψεύστης. Περιστρέφει ἄρα ὁ λόγος εἰς ἀμφότερα, καὶ εἰς τὸ εἶναι αὐτὸν ἀληθευτὴν, ἐὰν ἄνθρωπος ᾗ, καὶ εἰς τὸ εἶναι αὐτὸν ψεύστην. Καὶ καλεῖται ὁ λόγος οὗτος παρὰ τοῖς διαλεκτικοῖς ἄπορος.

Τοῦ αὐτοῦ. Ἐφʼ ὅσον ἄνθρωπός τις ἐστὶ, ψεύστης ἐστίν· ἐὰν δὲ ἀπόθηται τὸ εἶναι ἄνθρωπος, ἀληθευτής ἐστι. Τὸ γὰρ « ἄνθρωπος » ὄνομα ποτὲ μὲν οὐσίαν δηλοῖ, ὡς τό· « Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι· » ποτὲ δὲ χειρίστην κατάστασιν, κατὰ τό· « Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. » Τὸ μὲν γὰρ οὐσίαν, τὸ δὲ κακίστην ἕξιν δηλοῖ.

Τί ἀνταποδώσω τῷ Κυρίω, κ. τ. ἑ. Ὡς μέγα οὖν ἐν τούτοις ἀπὸ Κυρίου εὐεργετηθεὶς, καὶ βουλόμενος ἀμείψασθαι τὸν εὐεργέτην, ἀπορῶν περὶ τοῦ τρόπου [*](94 Deut. xix, 15. 95 Rom. xii, 8. 96 Exech. xviii, 4. 97 Deut. iii, 31, 98 Job. i, 1. 99 Psal. LXXXI, 7.)

1577
τῆς ἀμοιβῆς φησι· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; » Εἰς αἴσθησιν γὰρ ἐλθὼν τῶν μυρίων παρὰ Θεοῦ δωρεῶν· ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη· ὅτι ἀπὸ γῆς διαπλασθεὶς, λόγῳ τετίμηται, ἐν ᾧ καὶ τὴν εἰκόνα φορεῖν δύναται τοῦ ἐπουρανίου· ἔπειτα καὶ πρὸς τὴν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων οἰκονομίαν ἀπιδὼν, ὅτι ἑαυτὸν ὁ Κύριος ἔδωκε λύτρον ἀντὶ πολλῶν ἡμῶν, ἐπαπορεῖ, καὶ ζητεῖ ἐν πᾶσι τούτοις τοῖς ὑπάρχουσιν αὐτῷ, τί ἄξιον ἐξεύροι δῶρον τῷ Δεσπότῃ· οὐ θυσίας, οὐδὲ ὁλοκαυτώσεις, ἀλλʼ αὐτὴν πᾶσαν τὴν ἑαυτοῦ ζωήν.

Διέῤῥηξας τοὺς δεσμούς μου. κ. τ. ἑ. Πρὸς τὸ, «Τί ἀνταποδώσω τῷ Κυρίῳ;» δοκεῖ μοι ἀποδίδοσθαι πρῶτον μὲν, « ποτήριον σωτηρίου λήψομαι· » δεύτερον δὲ τὸ, « τὰς εὐχάς μου ἀποδώσω· » τρίτον τὸ « σοὶ θύσω θυσίαν αἰνέσεως· » τέταρτον τὸ, « τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω.» Ἀλλὰ τὸ μὲν πρότερον, « τὰς εὐχάς μου ἀποδώσω, » μόνον ἔχει τὸ, « ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ· » τὸ δὲ δεύτερον καὶ τὸ, « ἐν αὐλαῖς οἴκου Κυρίου, » καὶ τὸ, « ἐν μέσῳ σου, Ἰερουσαλήμ. » Καὶ τὸ μὲν πρότερον, « τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, » ἐπιφέρεται τῷ ποτηρίῳ τοῦ σωτηρίου· τὸ δὲ δεύτερον ἐπὶ πᾶσι καὶ συνημμένως τῷ, « διέῤῥηξας τοὺς δεσμούς μου, καὶ τῷ, « σοὶ θύσω θυσίαν αἰνέσεως· » τὸ δὲ, « σὺ διέῤῥηξας τοὺς δεσμούς μου, » τῷ τιμίῳ ἐναντίον Κυρίῳ θανάτῳ· ὅ δοξάσας τοῦ μαρτυρίου τὸν Θεὸν λέγει ἐπὶ τῷ διὰ μαρτυρίου τὰς προγενομένας σειρὰς τῶν ἁμαρτιῶν αὐτοῦ διεῤῥῆχθαι ἀπὸ Θεοῦ, ὡς, μηκέτι αὐτὸν ἔχειν δεσμοὺς ἁμαρτίας. Ἤ εἰ δε σμοὶ τῆς ψυχῆς οἱ σωματικοὶ τῶν διαφόρων μελῶν εἰσιν γκοι, καλῶς ἂν καὶ οὕτως λέγοιτο ἐν μαρτυρίῳ ἀπολυθεὶς τῶν δεσμῶν ἐν εἰρήνῃ εἶναι, οὐδενὸς ἢ τοῦ Θεοῦ διαῤῥήξαντος αὐτούς. Οὐ γὰρ καὶ τῶν διʼ ἥν δήποτε αἰτίαν ἀπαλλαττομένων τοῦ σώματος βιαίως ὁ Θεὸς διαῤῥήγνυσι τοὺς δεσμούς. Ποτὲ μὲν οὖν ἀποκτείνει ὁ Θεὸς, οὐ διαῤῥηγνὺς αὐτοῦ τοὺς δεσμούς· τὸν δὲ μάρτυρα οὐκ ἀποκτείνει, μόνον δὲ τοὺς δεσμοὺς αὐτοῦ διαῤῥήγνυσι. Καὶ γὰρ διὰ τὸ μαρτύριον ὁ ἕκαστος μαρτυρῶν ἑαυτὸν προσφέρει ἄμωμον θυσίαν τῷ Θεῷ, Χριστὸν μιμούμενος· λέγει τε τὸ, « Σοὶ θύσω θυσίαν αἰνέσεως. » Ἐν Ἰερουσαλὴμ γὰρ ἐπουρανίῳ, τῇ ἄνω μητρὶ ἡμῶν, ἀποδώσει ὁ δίκαιος τὰς εὐχὰς τῷ Κυρίῳ ἐπὶ παντὸς μάρτυρος τοῦ λαοῦ ,, τοῦ Θεοῦ καὶ τῆς Ἰερουσαλὴμ, ἐν τόπῳ ἐκλεκτῷ οὗτος δέ ἐστιν « ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ τῆς Ἰερουσαλήμ. »

Τοῦ αὐτοῦ. « Διέῤῥηξας τοὺς δεσμούς μου. » Οὐκ εἶπεν, ἔλυσας, ἀλλὰ « διέῤῥηξας, » ὡς ἀχρήστους γενέσθαι. Δεσμοὺς ἐνταῦθα τὰς θλίψεις λέγει. Ἔστι γὰρ καὶ δεσμὸς καλὸς, ὡς ὅταν λέγῃ· « Ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης. » Δεσμοὶ δὲ καὶ αἱ προσγινόμεναι σειραὶ τῶν ἁμαρτημάτων· οἵτινες οὐ διὰ τοῦ θείου μόνον βαπτίσματος διαῤῥήσσονται, ἀλλὰ καὶ διὰ τοῦ ὑπὲρ Χριστοῦ μαρτυρίου, καὶ διὰ δακρύων τῶν ἐκ μετανοίας.

[*](0se. XI, 4.)
1580

Εἰπάτω δὴ οἶκος Ἰσραὴλ, κ. τ ἑ. Τὸ, « Εἰπὰτω δὴ Ἰσραὴλ, » ἐν τούτῳ εἴρηται. καὶ ἐν τῷ· « Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, » ὄντι ρκϚ΄, ὄντι τῶν ἀναβαθμῶν ε΄· καὶ ἐν τῷ ρκη, ὄπι τῶν ἀναβαθμῶν ι΄· οὗ ἡ ἀρχή· « Πλεονάκις ἐπολέμησάν με, εἰπάτω δὴ Ἰσραήλ.»

Εἰπάτω δὴ οἶκος Ἀαρὼν, κ. τ. ἑ. Ἐὰν μή τις ᾗ Ἰσραὴλ, ἢ οἶκος Ἀαρὼν, ἢ φοβούμενος τὸν Κύριον, οὐ γεύεται τῆς χρηστότητος Κυρίου, οὗ εἰς αἰῶνα τὸ ἔλεός ἐστι. Διὸ οὗτοι μόνοι ἐροῦσι τὸ, « Εἰς τὸν αἱῶνα τὸ ἔλεος αὐτοῦ. » Οἷς οἶμαι τρισὶν οὗσι τάγμασι τρεῖς εἶναι γενικοὺς ἐλέους. Ἐτεὶ δὲ οἷκός ἐστι σὐστημα νομίμως ἱδρυμένον πρὸς βίον, διὰ τοῦτο νῦν « ὁ οἶκος » ἐπὶ τοῦ οἴκου Ἀαρὼν τέτακται. Καὶ σκόπει εἰ δύναται ὁ ναὸς εἶναι οἶκος Ἀαρὼν, ὅπου οἱ ἱερεῖς τὴν λατρείαν ἐπιτελοῦσι. Κεχωρισμένους οὖν τοὺς ἱερεῖς εἰς τὴν ὑμνῳδίαν ἐκάλει, ὅτι καὶ πλείονος ἀπήλαυον αὐτοὶ τιμῆς, οὐ μόνον κατὰ τὸν τῆς ἱερωσύνης λόγον, ἀλλὰ καὶ κατὰ τὰ ἄλλα πάντα. Καὶ γὰρ ἡνίκα πῦρ κατηνέχθη, διʼ αὐτοὺς κατηνέχθη, καὶ γῆ ἐσείσθη, καὶ ῥάβδος ἐβλάστησε· καὶ μυρία ἕτερα γέγονε διʼ αὐτῶν καὶ ὑπὲρ αὐτῶν θαύματα.

Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, κ. τ. ἑ. Καὶ ἀνωτέρω λέγεται· Ἰσραὴλ ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον· εἶτα οἶκος Ἀαρὼν, εἶτα οἱ φοβούμενοι τὸν Κύριον, καὶ ἕν εἶναι τοὺς φοβουμένους τὸν Κύριον, καὶ τὸν οἶκον Ἀαρὼν καὶ τὸν Ἰσραὴλ προλαβόντες εἰρήκαμεν· διὸ κοινὴν αὑτοὺς ᾠδὴν προφέρειν ἐκέλευσε τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλοντας. Ἔλεος γὰρ Κυρίου ὑπὲρ πᾶσαν σάρκα, καὶ οὔτε περιτομὴ, οὔτε ἀκροβυστία χωρὶς ἐλέους σωθῆναι δύναται.

Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, κ τ. ἑ. Ὁ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύων ἐκ θλίψεως ἐπικαλεῖται τὸν Κύριον· ὁ δὲ τὴν πλατεῖαν οὐδὲ ἐπικαλεῖται « Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. »

Οὐ φοβηθήσομαι τί κοιήσει μοι ἄνθρωπος, κ. τ ἐ. Ἄνθρωπον λέγει ἡ Γραφὴ τὸν διάβολον, ὠς τὸ, « Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησε· » τὴν τῶν ζιζανίων σποράν.

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόρματι Κυρίου ἡμυνάμην αὐτοὺς, κ. τ. ἑ. Τῶν δαιμόνων οἱ μὲν ὡς πρακτικὸν, οἱ δὲ ὡς θεωρητικὸν ἐπολέμουν αὐτόν· καὶ τοὺς μὲν προτέρους τῇ δικαιοσύνῃ, τοὺς δὲ δευτέρους τῇ σοφίᾳ ἠμύνατο.

Τοῦ αὐτοῦ. Χριστῷ μᾶλλον ὑπὸ πάντων ἐθνῶν πολεμουμένῳ ἁρμόζει ταῦτα λέγειν. Πολλά ἐστι δογμάτων εἴδη ἅτινα ὁ ἅγιος τῇ σοφίᾳ τοῦ Θεοῦ ἀμύνεται, ἀνατρέπων ὑγιεῖ λόγῳ.

Ἐκύκλωσάν με ὡσεὶ μάλισσαι, κ. τ. ἑ. Ποιεῖ τι γλυκὺ ἕκαστον τῶν δογμάτων τῶν ἐθνῶν, γλυκάζον καὶ τέρπον τὸν ἀκροατήν· διόπερ οἱ πρεσβσύονπαις [*](2 Rom. x, 13. 3 Matth. xiii, 28.)

1581
αὐτὰ ὡς μέλισσαί εἰσιν, ἀλλʼ οὐ μέλίσαι. Καὶ κατὰ τὸν Σολομῶντα δὲ « μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης· » ἥτις ἐστὶ ψευδώνυμος γνῶσις. Ὁ κολλώμενος πρὸς αὐτὴν ἓν σῶμά ἐστιν αὐτῇ, ὡς ὁ τῷ Κυρίῳ καὶ ἀληθεῖ Λόγῳ ἓν πνεῦμα.

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, κ. τ. ἑ. Ἰσχὺς ὁ λόγος ἀναλαβόντος αὐτὸν, διʼ ὃ « πάντα ἰσχύω, » φησὶν ὁ Παῦλος, « ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ. » Οὗτος ὁ λόγος καὶ ὕμνησίς ἐστιν, ἐν ᾧ ἐστιν ἡ θεολογία. Καὶ θαῤῥοῦντος δὲ μάρτυρος εἴη ἡ φωνή· « Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος. »

Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου, κ. τ. ἑ. Τῶν ζώντων ἐστὶ διηγεῖσθαι τὰ ἔργα Κυρίου.