Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς [*](90 Joau. xiv, 6. 91 l Thess. iv, 14. 92 Rom. ix, 2. 93 ibid. x, 15.)

1576
ἡμῶν ἐλεεῖ, κ. τ. ἑ. Ἐπεὶ μετὰ δικαιοσύνης ἐλεεῖ ὁ Κύριος, ἐλεήμων ἐστὶ καὶ δίκαιος· οὐ δίκαιος δὲ ἐν τῷ ἐλεεῖν ἦν ὁ Σαοὺλ, ἐλεῶν τὸν Ἄγαγ. Καὶ εἰ ἦν δὲ πᾶν τὸ ἐλεεῖν δίκαιον, οὐκ ἂν περί τινων εἶπεν ὁ νόμος τὸ, « Οὐκ ἐλεήσεις αὐτόν. » Ἔστι δὲ καὶ τὲ, «Ὁ ἐλεῶν ἐν ἱλαρότητι.» μετὰ δικαιοσύνης ἐλεεῖ.

Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσιν, κ. τ. ἑ. Ἀνάπαυσις τῆς ψυχῆς ἡ τῶν ἁμαρτημάτων ἀποκοπή· κατατείνει γὰρ αὐτὴν ἡ ἁμαρτία, καὶ πάσας αὐτῆς τὰς δυνάμεις συντρίβει. Ὅθεν καὶ τὸ βάπτισμα, ὡς ἀπαλλαγὴν ἁμαρτημάτων ἔχον, « ὕδωρ ἀναπαύσεως» ὁ Δαυΐδ προσηγόρευσε. Τὴν ψυχὴν τοίνυν ὡς ἐν ἁμαρτίαις πλανηθεῖσαν ἐπιστρέψαι πρὸς τὴν ἀνάπαυσιν, ἢ διὰ τοῦ βαπτίσματος, ἢ διὰ τῶν δακρύων καὶ τῆς μετανοίας, προτρέπεται.

Ὅτι ἐξείλετο τὴν ψυχήν μου, κ. τ. ἑ. Τοῦ μηκέτι ἁμαρτάνοντος δηλονότι. « Ψυχὴ γὰρ ἁμαρτάνουσα ἀποθανεῖται. » Ὁ δὲ ἀλυπίαν ἀναλαβὼν ἐρεῖ, ὅτι Κύριος ἐξείλετο τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων. Ἐρεῖ δὲ αὐτὸ καὶ ὁ τὸ μακαριζόμενον πένθος πενθήσας, ὅταν τυγχάνῃ τοῦ, γελάσονται, καὶ τοῦ, παρακληθήσονται. Ὁ δὲ ἀκούσας τοῦ, « Σὺ δὲ αὐτὸς στῆθι μετʼ ἐμοῦ, » ἐρεῖ· Ἐξείλετο Κύριος τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.

Ἐπίστευσα, διὸ ἐλάλησα, κ. τ. ἑ. Εἰ μὴ βεβαίως τις καὶ ἀπερισπάστως ἐπίστευσε, μὴ διδασκέτω· γνησίου γὰρ διδασκάλου φωνὴ τό· « Ἐπίστευσα, διὸ ἐλάλησα. » Αὐτοῦ δὲ τούτου τῆς ἀτυφίας καὶ ταπεινοφροσύνης δεῖγμα, μηδαμῶς ἐπὶ τῷ διδάσκειν φυσιουμένου ἐκ τοῦ· « Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. »

Τοῦ αὐτοῦ. Πίστις ἐστὶ ψυχῆς αὐτεξουσίου λογικὴ συγκατάθεσις.