Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι, κ. τ. ἑ. Ἐπεὶ μὴ δυνάμεθα ἑαυτοὺς ἐκτείνειν πρὸς Θεὸν εὐχόμενοι, αὐτὸς τὸ οὖς αὐτοῦ κλίνει πρὸς ἡμᾶς καὶ ἐγγίζει ἡμῖν.

Τοῦ αὐτοῦ. Ὁ τὸν ἥλιον τῆς δικαιοσύνης ἐπικαλούμενος ἐν ταῖς ἡμέραις τούτου τοῦ ἡλίου διάγων ἐπικαλείσθω.

Περιέσχον με ὠδῖνες θανάτου, κ. τ. ἑ. Ὁ ἐν βαρυτέροις γενόμενος πειρασμοῖς, καὶ βάσανον ἐν αὐτοῖς διδοὺς τῆς προαιρέσεως ἑαυτοῦ, ὡς καὶ ἐν κινδύνῳ τοῦ νικηθῆναι γενέσθαι, ἀλλὰ μὴ νικηθεὶς, λέγοι ἂν τό· « Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. » Οὐ ταυτὸν δέ ἐστι τὸ, « ᾍδης εὗρέ με, » τῷ,« Κίνδυνοι ᾅδου εὕροσάν με.» Ὁ ᾅδης μὲν γὰρ εὑρίσκει τοῦτον, οὗ κατισχύουσιν αἱ πύλαι αὐτοῦ· κίνδυνοι δὲ ᾅδου μόνον εὑρίσκουσι τὸν διὰ τὸ μέγεθος τῶν πειρασμῶν κινδυνεύσαντα μὲν κρατηθῆναι ὑπὸ τῶν τοῦ ᾅδου πυλῶν, οὐ μὲν καὶ κρατηθέντα ὑπʼ αὐτῶν.

Θλίψιν καὶ ὀδύνην εὗρον, κ. τ. ἑ. Εὕρημά ἐστιν ἡ θλίψις τῷ ὑπομένοντι αὐτὴν, καὶ καυχωμένῳ ἐν ταῖς θλίψεσι, καὶ ὁδεύοντι τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν, οὖσαν στενὴν καὶ τεθλιμμένην ὁδόν. Οὕτω καλὸν δὴ εὕρημα καὶ ὀδύνη, ὅτε διʼ ἀγάπην τις ὀδυνᾶται ὡς ὁ εἰπὼν Παῦλος· « Λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάληπτος ὀδύνη τῇ καρδίᾳ μου, » καὶ τὰ ἑξῆς.

Καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην, κ. τ. ἑ. « Πᾶς γὰρ, φησὶν, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. » Τοιγαροῦν ὁ ἐλεήμων ἐπικαλείσθω τὸν ἐλεήμονα, καὶ τὴν δικαιοσύνην ὁ δίκαιος. Ἠχὼ γὰρ ὥσπερ τις ἡ ἐν ἡμῖν δικαιοσύνη, τῆς πρώτης δικαιοσύνης κατὰ ἀνάκλασιν ἡμῖν ἐπισυμβαίνει.

Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς [*](90 Joau. xiv, 6. 91 l Thess. iv, 14. 92 Rom. ix, 2. 93 ibid. x, 15.)

1576
ἡμῶν ἐλεεῖ, κ. τ. ἑ. Ἐπεὶ μετὰ δικαιοσύνης ἐλεεῖ ὁ Κύριος, ἐλεήμων ἐστὶ καὶ δίκαιος· οὐ δίκαιος δὲ ἐν τῷ ἐλεεῖν ἦν ὁ Σαοὺλ, ἐλεῶν τὸν Ἄγαγ. Καὶ εἰ ἦν δὲ πᾶν τὸ ἐλεεῖν δίκαιον, οὐκ ἂν περί τινων εἶπεν ὁ νόμος τὸ, « Οὐκ ἐλεήσεις αὐτόν. » Ἔστι δὲ καὶ τὲ, «Ὁ ἐλεῶν ἐν ἱλαρότητι.» μετὰ δικαιοσύνης ἐλεεῖ.

Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσιν, κ. τ. ἑ. Ἀνάπαυσις τῆς ψυχῆς ἡ τῶν ἁμαρτημάτων ἀποκοπή· κατατείνει γὰρ αὐτὴν ἡ ἁμαρτία, καὶ πάσας αὐτῆς τὰς δυνάμεις συντρίβει. Ὅθεν καὶ τὸ βάπτισμα, ὡς ἀπαλλαγὴν ἁμαρτημάτων ἔχον, « ὕδωρ ἀναπαύσεως» ὁ Δαυΐδ προσηγόρευσε. Τὴν ψυχὴν τοίνυν ὡς ἐν ἁμαρτίαις πλανηθεῖσαν ἐπιστρέψαι πρὸς τὴν ἀνάπαυσιν, ἢ διὰ τοῦ βαπτίσματος, ἢ διὰ τῶν δακρύων καὶ τῆς μετανοίας, προτρέπεται.

Ὅτι ἐξείλετο τὴν ψυχήν μου, κ. τ. ἑ. Τοῦ μηκέτι ἁμαρτάνοντος δηλονότι. « Ψυχὴ γὰρ ἁμαρτάνουσα ἀποθανεῖται. » Ὁ δὲ ἀλυπίαν ἀναλαβὼν ἐρεῖ, ὅτι Κύριος ἐξείλετο τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων. Ἐρεῖ δὲ αὐτὸ καὶ ὁ τὸ μακαριζόμενον πένθος πενθήσας, ὅταν τυγχάνῃ τοῦ, γελάσονται, καὶ τοῦ, παρακληθήσονται. Ὁ δὲ ἀκούσας τοῦ, « Σὺ δὲ αὐτὸς στῆθι μετʼ ἐμοῦ, » ἐρεῖ· Ἐξείλετο Κύριος τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.