Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει, καὶ πικρίας καὶ δσλου, κ. τ. ἑ. Τοῦ πονηροῦ τὸ στόμα (85) οὐδὲν προσφέρει εὔχρηστον, ἀλλʼ ὅσα πόνον καὶ κόπον ἐμποιεῖ τοῖς δεχομένοις. Καὶ τὰ τῶν ἑτέρων στόματα γέμει ἀρᾶς τῶν κακολογούντων τὸν Δημιουργὸν, λοιδορίας τῶν λοιδόρων, πικρίας τῶν θυμικῶν, καὶ δόλου τῶν δολίων.
Τοῦ αὐτοῦ. Ὁ τῆς ἁγιότητος ἐκπεσὼν (86), τῆς ἀληθείας καὶ εὐλογίας πόῤῥω ἑαυτὸν ἀπαγαγὼν, τὸ στόμα πεπληρωμένον ἀρᾶς ἔχει, διʼ ὧν λέγει πειρώμενος ὑπὸ κόλασιν καὶ ἀρὰν ποιεῖν τοὺς ἀπατωμένους. Ἔχει δὲ αὐτοῦ ὁ λόγος σὺν τῷ δολερῷ πολλὴν δεινότητα· διὸ σὺν τῇ ἀρᾷ καὶ πικρίας καὶ δόλου ὁ λόγος αὐτοῦ πεπλήρωται.
Ἐγκάθηται ἐνέδρα μετὰ πλουσίων ἐν ἀποκρύυοις, κ. τ. ἑ. Ἐν μὲν τοῖς ἕχουσι (87) πλοῦτον ἀγνωσίας καὶ ἀδικίας ὁ διάβολος ἐγκαθέζεται· ἐν δὲ τοῖς κεκτημένοις γνῶσιν καὶ ἀρετὴν αἱ ἅγιαι δυνάμεις ἐπαναπαύονται, ὧν σύμβολά ἐστι τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦντα ἐν τοῖς κλάδοις σινάπεως ὅ σημαίνει τὴν ἐνυπάρχουσαν ἡμῖν κατὰ δύναμιν βασιλείαν οὐρανῶν.
[*](12 Psal. ΧΧ, 12. 13 Job. I, 7. Prov. XVIII, 17. Prov. Πα, 9. Psal. CXXXVIII, 22.)[*]((86) Ὁ τῆς ἀγιότητος ἐκπεσώγ, etc. Corderius.)[*]((87) Ἐν γὲν τοῖς ἔχοθσι, etc. Schedæ Grabii,et Barbarus.)ἀλλὰ καὶ οἱ ἀδικοῦντες παύσονται τοῦ κακῶς δρᾷν, καὶ οἱ ἀδικούμενοι τοῦ πάσχειν.
Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέεραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. Μὴ ἀρκούμενοι, φησὶ, τῇ (93) ἑαυτῶν ἀπωλείᾳ οἱ ἁμαρτωλοὶ, ἀλλʼ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, τοῖς τοῦ Θεοῦ πολεμοῦσιν ἀνθρώποις, καὶ κατατοξεύειν αὐτοὺς πειρῶνται τοῖς τῆς αὐτῶν κακίας ἰοῖς, καὶ τῷ βασκαίνειν αὐτῶν τῇ τοσαύτῃ τοῦ ἡγεμονικοῦ καθαρότητι, τὸ σκότος προβάλλονται κατʼ αὐτῶν, ὡς αἱ σηπίαι τὸ μέλαν. Καὶ ταῦτα δρῶσι, τὰς φυσικὰς καὶ κατὰ φύσιν ὀρθὰς καθελόντες ἐννοίας ἐξ ἑαυτῶν, ἃς δὴ Θεὸς κατηρτίσατο.
Τοῦ αὐτοῦ. Τόξον ἐστὶν ἀκάθαρτος νοῦς (94). Ἐγὼ, φησὶν, ἐπὶ τῷ Κυρίῳ πέποιθα. Οἱ πολεμοῦντες ἁμαρτωλοί. Τίς ἂν οὖν δείσῃ καὶ φύγῃ Θεὸν ἔχων βοηθὸν, καὶ πολεμίους ἁμαρτωλούς; « Ἡτοίμασαν βέλη εἰς φαρέτραν. » Βέλος ἐστὶν ἐμπαθὴς λογισμὸς, φαρέτρα δὲ ἕξις χειρίστη λογισμῶν ἀκαθάρτων πεπληρωμένη. Ταῦτα ἐπὶ δαιμόνων πολεμούντων λαμβάνονται νοητῶς. Νοηθεῖεν δʼ ἂν καὶ αἰσθητῶς ἐπὶ αἰσθητῶν ἐχθρῶν. « Ἐν σκοτομήνῃ. Σκοτομήνη ἐστὶν ἄγνοια ψυχῆς λογικῆς. Ἐν ἀσελήνῳ νυκτί φησιν αὐτοὺς ἐνεδρεύειν, δηλῶν τὸ λαθραῖον τῆς ἐπιβουλῆς. Εὐθεῖς δὲ τῇ καρδίᾳ ἑαυτὸν λέγει καὶ τοὺς μετʼ αὐτοῦ, οὐ κομπάζων, ἀλλʼ ἐμφαίνων τὴν ἑαυτοῦ ἔννοιαν, καὶ μηδὲν ἐργάσασθαι εἰς βλάβην τοῦ Σαούλ.
Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων, κ. τ. ἑ. Οἰκεῖ Θεὸς (95) ἐν ἁγίᾳ καὶ οὐρανίῳ νοήσει, οὐρανίως βασιλεύων καὶ θεῖκῶς. Αἱ δὲ ἐποπτικαὶ αὐτοῦ δυνάμεις φρουροῦσι τὸν πένητα. Ὡς ἀγαθὸς δὲ βλεφάροις ἐξετάζει τὰ καθʼ ἡμᾶς, ἀλλʼ οὐκ ὀφθαλμοῖς, ὡς ἂν μὴ παρατηρούμενος αὐτῶν πάντα τὰ ἁμαρτήματα· τοῦτο γὰρ ἀνθρώποις ἀφόρητον. Ὀφθαλμοῖς δὲ βλέπει τὸν πένητα, δαψιλῆ τὴν εὐεργεσίαν ποιούμενος, κἄν εἷς ὁ πένης ὑπάρχῃ· τῶν δὲ πολλῶν τὰς κολάσεις συστέλλων, αἵ καὶ πολὺ τὸ κεκρυμμένον ἔχουσιν. Ἐν δὲ τῇ Θεοῦ ἐξετάσει παῤῥησία τῶν ἀγαθῶν γινομένων πολλή. « Τῷ βήματι » γὰρ « αὐτοῦ φανερωθῆναι πάντας δεῖ, ἵνα κομίσηται ἕκαστος τὰ ἵδια τοῦ σώματος, ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἵτε κακόν.
Τοῦ αὐτοῦ. Γενώμεθα πένητες (96), ἵνα βλέπωσιν ἡμᾶς οἱ τοῦ Κυρίου ὀφθαλμοί. Εἰ δὲ οἱ πλούσιοι οὐκ εἰσὶ πένητες, οὐκ ἐπιβλέπει τοὺς πλουσίους ὁ Κύριος. Τοῖς ὀφθαλμοῖς βλέπει τὸν πένητα, δαψιλῆ τὴν εὐεργεσίαν ποιούμενος, κἂν εἷς ὁ πενόμενος τυγχάνει.
Τὰ χειλη ἡμῶν παρʼ ἡμῶν ἐστι, τίς ἡμῶν Κύριός ἐστι; κ. τ. ἑ. Καὶ ὁ Φαραώ (5) φησιν· « Οὐκ οἶδα τὸν Κύριον, » ὁμοίως τῷ φάσκοντι· « Τίς ἡμῶν Κύριός ἐστι; »