Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγώννησά σε, κ. τ. ἑ. Ἀντὶ τοῦ, Πρὸ πάσης λογικῆς φύσεως ἐγέννησάσε. Τὸ γὰρ βαθύτερον περιεργάζεσθαι τὴν γένεσιν τοῦ Χριστοῦ καὶ τοῦ Ἑωσφόρου, οὐ τῆς ἡμετέρας ἐστὶ δυνάμεως. Πολὺς γὰρ ὁ περὶ τούτου λότγος καὶ δυσθεώρητος.

Κρινεῖ ἐν τοῖς ἔθνεσ, πληρώσει πτώματα, κ. τ. ἑ. Πληροῖ πτώματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.

Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ μεγάλα τὰ ἔργα Κυρίου, κ. τ. ἑ. Μεγάλα τὰ ἔργα Κυρίου διὰ τὴν ἀποκειμένην ἐν αὐτοῖς σοφίαν ὠνόμασε.

Τροφὴν ἕδωκε τοῖς φοβουμένοις αὐτὸν, κ. τ. ἑ.

Ἡ τροφὴ τῶν φοβουμένων τὸν Κύριον ἡ σοφία ἐστὶ τοῦ Θεοῦ· « Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου. »

Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, κ. τ. ἑ. Τὴν θεωρίαν τῶν γεγονότων ἰσχὺν ἔργων αὐτοῦ ὀνομάζει· ἰσχὺς δὲ εἴρηται ἡ γνῶσις, διὰ τὸ ἰσχὺν ἐντιθέναι τῇ φύσει τῇ λογικῇ.

Ἔργα χερῶν σὐτοῦ ἀλήθια καὶ κρίσις, κ. τ. ἑ. Ἡ μὲν ἀλήθεια ἐν τοῖς ὀρθοῖς δόγμασι θεωρεῖται, ἡ δὲ κρίσις ἐν τῇ πρακτικῇ. « Πισταὶ πᾶσαι αἱ ἐντο λαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. » Πιστὰς εἶπε τὰς ἐντολὰς, ἀντὶ τοῦ πίστεως ἀξίας· ὁ γὰρ ὑπισχνοῦνται, τοῦτο καὶ ποιοῦσιν· ὑπισχνοῦνται δὲ κάθαρσιν ψυχῆς λογικῆς τοῖς γνησίως φυλάττουσιν αὐτάς.