Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις, κ. τ. ἑ. Τοῦτον εὐλογεῖ Κύριος, ὅν ἀντικείμενοι καταρῶνται.

Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγέων, κ. τ. ἑ. Εἰ ἀρχὴ τοῦ Υἱοῦ ὁ Πατὴρ, ἡ δὲ ἀρχὴ ἦν μετὰ τοῦ Χριστοῦ, καλῶς λέγει ἐν τοῖς Εὐαγγελίοις τό· « Οὐκ εἰμὶ μόνος, ἀλλʼ ἐγὼ καὶ ὁ πέμψας με Πατήρ. » Ἡμέραν δὲ δυνάμεως εἶπε τὴν ἡμέραν τοῦ σταυροῦ, ἢ τῆς ἐνανθρωπήσεως.

Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγώννησά σε, κ. τ. ἑ. Ἀντὶ τοῦ, Πρὸ πάσης λογικῆς φύσεως ἐγέννησάσε. Τὸ γὰρ βαθύτερον περιεργάζεσθαι τὴν γένεσιν τοῦ Χριστοῦ καὶ τοῦ Ἑωσφόρου, οὐ τῆς ἡμετέρας ἐστὶ δυνάμεως. Πολὺς γὰρ ὁ περὶ τούτου λότγος καὶ δυσθεώρητος.

Κρινεῖ ἐν τοῖς ἔθνεσ, πληρώσει πτώματα, κ. τ. ἑ. Πληροῖ πτώματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.

Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ μεγάλα τὰ ἔργα Κυρίου, κ. τ. ἑ. Μεγάλα τὰ ἔργα Κυρίου διὰ τὴν ἀποκειμένην ἐν αὐτοῖς σοφίαν ὠνόμασε.

Τροφὴν ἕδωκε τοῖς φοβουμένοις αὐτὸν, κ. τ. ἑ.

Ἡ τροφὴ τῶν φοβουμένων τὸν Κύριον ἡ σοφία ἐστὶ τοῦ Θεοῦ· « Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου. »

Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, κ. τ. ἑ. Τὴν θεωρίαν τῶν γεγονότων ἰσχὺν ἔργων αὐτοῦ ὀνομάζει· ἰσχὺς δὲ εἴρηται ἡ γνῶσις, διὰ τὸ ἰσχὺν ἐντιθέναι τῇ φύσει τῇ λογικῇ.

Ἔργα χερῶν σὐτοῦ ἀλήθια καὶ κρίσις, κ. τ. ἑ. Ἡ μὲν ἀλήθεια ἐν τοῖς ὀρθοῖς δόγμασι θεωρεῖται, ἡ δὲ κρίσις ἐν τῇ πρακτικῇ. « Πισταὶ πᾶσαι αἱ ἐντο λαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. » Πιστὰς εἶπε τὰς ἐντολὰς, ἀντὶ τοῦ πίστεως ἀξίας· ὁ γὰρ ὑπισχνοῦνται, τοῦτο καὶ ποιοῦσιν· ὑπισχνοῦνται δὲ κάθαρσιν ψυχῆς λογικῆς τοῖς γνησίως φυλάττουσιν αὐτάς.

Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα, κ. τ. ἑ. Οὗτος θέλει ἐν ταῖς ἐντολαῖς αὐτοῦ σφόδρα ὁ μετὰ πάσης ἀκριβείας φυλάσσων αὐτάς.

Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, κ. τ. ἑ. Ἡ σοφία τοῦ Θεοῦ, καθὸ μὲν ἀφθονίαν παρέχει θεωρημάτων, πλοῦτος καλεῖται, καθὸ δὲ παρασκευάζει τοὺς ἀνθρώπους δοξάζειν τὸν κεκτημένον αὐτὴν, ὀνομάζεται δόξα.

Ἐξανέτειἰειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν, κ. τ. ἑ. Ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις φησὶ πρὸς τοὺς μαθητάς· « Ὅ ἠκούσατε ἐν τῇ σκοτίᾳ, εἴπετε ἐν τῷ φωτί. »

[*](83 joan. XVI, 32. 84 Psal. cx 10. Matth. x, 27.)
1572

Οἱκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, κ. τ. ἑ. Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς ἀπερισκέπτως ἐκφέροντας τὰ θεῖα μυστήρια τῆς θείας Γραφῆς, καὶ ἀδιακρίτως· καὶ γὰρ ὁ Παῦλός φησιν· « Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους τῶν μυστηρίων Θεοῦ. »

Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται, κ. τ. ἑ. Ἀκοῆς ἀντὶ τοῦ, φήμης, ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ γέγραπται· « Ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· » καὶ πάλιν· « Μέλλετε ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. »

Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ, κ. τ. ἑ. Οὐδὲν οὕτω φοβεῖται ὁ Σατανᾶς, ὡς νοῦν ὑψωθέντα ἐν γνώσει Θεοῦ.

Ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται, κ. τ. ἑ. Εἰ ἡ ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται, ἡ δὲ ἁμαρτωλοῦ ἐπιθυμία ἐστὶ κακία, ἡ κακία ἄρα ἀπολεῖται τῶν ἁμαρτωλῶν.

Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὰ ὄνομα Κυρίου, κ. τ. ἑ. Ἀνατολαὶ μέν εἰσι φύσεις αἱ νοεραὶ, ἐν αἷς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει δυσμαὶ δὲ αἱ τῶν ἀνθρώπων ψυχαὶ, ἐν αἷς ἔδυ ποτὲ ὁ πνευματικὸς καὶ ἐπουράτιος ἥλιος.

Ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεανὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, κ. τ. ἑ. Οἰκεῖ μὲν ὁ Θεὸς ἐν ταῖς ἁγίαις δυνάμεσι· προνοεῖται δὲ τῶν ταπεινῶν ἀνθρώπων, ἵνα γένηται τὸ θέλημα αὐτοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.

Ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν, καὶ ἀπὸ κοπρίας ἀνιψῶν πένητα, κ. τ. ἑ. Ψυχὴν μὲν ἐγείρει ἀπὸ κακίας ἐπʼ ἀρετὴν ὁ Θεὸς, νοῦν δὲ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν προτρέπεται.

Ὁ κατοικίδων στείραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην, κ. τ. ἑ. « Εὐφράνθητι, στείρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. » Καὶ στείρα μὲν ἐγκαταλιπόντος Θεοῦ γίνεται ψυχὴ, μήτηρ δὲ ἐνεργοῦντος.