Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, κ. τ. ἱ. Ὡσπερ οἱ νοσοῦντες πᾶν βρῶμα βδελύσσονται, οὔτως οἱ ἀκάθαρτοι πᾶσαν γνῶσιν ἀπωθοῦνται.

Αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ, κ. τ. ἑ. Ὅσοι περισπασμοῖς πολλοῖς καὶ ποικίλοις διὰ τὴν τῆς ἀρετῆς ἐργασίαν περιπίπτουσιν, οὗτοι ὁρῶσι τὰ ἔργα Κυρίου, τουτέστι τοὺς λόγους τῶν γεγονότων καὶ γινομένων.

Καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. κ. τ. ἑ. Σοφίαν Θεοῦ καταπίνει κακία· δικαιοσύνη δὲ Κυρίου διαφθείρει κακίαν.

Καὶ ἐσίγησε τὰ κύματα αὐτῆς, κ. τ. ἑ. Σιγὴν τῶν κυμάτων τὴν φθορὰν ὠνόμασε τῶν πειρασμῶν.

Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, κοὶ οὐχ ὀδῷ, κ. τ. ἑ. Ἐγκατέλιπεν αὐτοὺς πλανωμένους, καὶ οὐκ ἀντελάβετο αὐτῶν διὰ τὴν κακίαν αὐτῶν.

Ἑτοίμη ἡ καρδία μου, κ. τ. ἐ. Ὁ ἀποθέμενος τὰ πάθη, οὗτος ἡτοίμασε τὴν καρδίαν τῷ Θεῷ.

Μωὰβ λέβης τῆς ἐλπίδος μου, κ. τ. ἑ. Λέβης ἐστὶν ὁ τῷ πνεύματι ζέων, καὶ ἐλπίζων ἐπὶ τὸν Κύριον· ἥτις ἐλπὶς οὐ καταισχύνει τὸν ἐλπίζοντα.