Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὅτι ἐχόρτασε ψυχὴν κενὸν, κ. τ. ἑ. Ψυχὴ κενή ἐστι ἡ ἀρετῶν καὶ γνώσεως ἐστερημένη.

Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάιου, κ. τ. ἑ. Καθὸ φῶς ἐστιν ὁ Κύριος, ἐξάγει tis, [*](80. iRom. I. 25.)

1568
ἡμᾶς ἐκ τοῦ σκότους, καθὸ δὲ ζωὴ. ἐκ θανάτου· καὶ πάλιν ὡς δυνατὸς διαῤῥήσσει δεσμούς.

πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, κ. τ. ἱ. Ὡσπερ οἱ νοσοῦντες πᾶν βρῶμα βδελύσσονται, οὔτως οἱ ἀκάθαρτοι πᾶσαν γνῶσιν ἀπωθοῦνται.

Αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ, κ. τ. ἑ. Ὅσοι περισπασμοῖς πολλοῖς καὶ ποικίλοις διὰ τὴν τῆς ἀρετῆς ἐργασίαν περιπίπτουσιν, οὗτοι ὁρῶσι τὰ ἔργα Κυρίου, τουτέστι τοὺς λόγους τῶν γεγονότων καὶ γινομένων.

Καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. κ. τ. ἑ. Σοφίαν Θεοῦ καταπίνει κακία· δικαιοσύνη δὲ Κυρίου διαφθείρει κακίαν.

Καὶ ἐσίγησε τὰ κύματα αὐτῆς, κ. τ. ἑ. Σιγὴν τῶν κυμάτων τὴν φθορὰν ὠνόμασε τῶν πειρασμῶν.

Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, κοὶ οὐχ ὀδῷ, κ. τ. ἑ. Ἐγκατέλιπεν αὐτοὺς πλανωμένους, καὶ οὐκ ἀντελάβετο αὐτῶν διὰ τὴν κακίαν αὐτῶν.

Ἑτοίμη ἡ καρδία μου, κ. τ. ἐ. Ὁ ἀποθέμενος τὰ πάθη, οὗτος ἡτοίμασε τὴν καρδίαν τῷ Θεῷ.

Μωὰβ λέβης τῆς ἐλπίδος μου, κ. τ. ἑ. Λέβης ἐστὶν ὁ τῷ πνεύματι ζέων, καὶ ἐλπίζων ἐπὶ τὸν Κύριον· ἥτις ἐλπὶς οὐ καταισχύνει τὸν ἐλπίζοντα.

Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, κ. τ. ἑ. Ἡ σάρξ ἐστι τὸ ὑπόδημα τοῦ Χριστοῦ, ῄ χρησάμενος ὁ Κύριος ἐπεδήμησε τῷ βίῳ τῶν ἀνθρώσπων.

Καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ, κ. τ. ἑ. Ὧν ἐκκόπτει ὁ Σατανᾶς τὰ ἔργα τὰ δεξιὰ, τούτων ἔστηκεν ἐκ δεξιῶν. Ἐν δὲ τῷ Ζαχαρίᾳ φησί· « Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἰστήκει ἐκ δεξιῶν αὐτοῦ· » οὐχ ἀπλῶς δὲ, ἀλλὰ « τῷ ἀντικεῖσθαι αὐτῷ· » οὐκ ἀντίκειται δὲ τῷ Ἰούδᾳ.

Γενηθήτωσαν υἱοὶ αὐτοῦ ὀρφανοὶ, κοὶ ἡ γυτὴ αὐτοῦ χήρα, κ. τ. ἑ. Οὐκ ἐπαρᾶσθαι ὁ δίκαιος, ἀλλὰ προσεύχεσθαί μοι δοκεῖ. « Εὐλογεῖτε γὰρ τοὺς ἐχθροὺς ὑμῶν, φησὶν ὁ Ἀπόστολος, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. » Ὀρφανοὶ τοίνυν εἰσὶ λογισμοὶ πονηροὶ τὸν ἑαυτῶν θάψαντες πατέρα τὸν Σατανᾶν· χήρα δὲ ψυχὴ ἡ μὴ ἐπιλαβοῦσα σπέρματα παρὰ τοῦ διαβόλου. Εὖ δὲ καὶ ἡ τάξις ἔχει. Πρότερον μὲν γὰρ περαιρεῖ τάς κατʼ ἐνέργειαν ἁμαρτίας, ἔπειτα δὲ καὶ τὰ τούτων φαῦλα νοήματα.

Γενηθήτω αὐτῷ ὡς ἰμάειον ὃ περιβάλλεραι, καὶ ὡσεὶ ζώνη ἢν διὰ παντὸς περιζώννυται, κ. τ. ἑ. Λὕτη ἡ ζώνη σημαίνει τὴν τοῦ ἐπιθυμητικοῦ ἄλογον πύρωσιν.

Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, [*](81. Zachar. III, 1. 82 Rom. xii, 14.)

1569
ἑ. Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς καταφρονοῦντας τῆς ἐγκρατείας.

Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις, κ. τ. ἑ. Τοῦτον εὐλογεῖ Κύριος, ὅν ἀντικείμενοι καταρῶνται.

Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγέων, κ. τ. ἑ. Εἰ ἀρχὴ τοῦ Υἱοῦ ὁ Πατὴρ, ἡ δὲ ἀρχὴ ἦν μετὰ τοῦ Χριστοῦ, καλῶς λέγει ἐν τοῖς Εὐαγγελίοις τό· « Οὐκ εἰμὶ μόνος, ἀλλʼ ἐγὼ καὶ ὁ πέμψας με Πατήρ. » Ἡμέραν δὲ δυνάμεως εἶπε τὴν ἡμέραν τοῦ σταυροῦ, ἢ τῆς ἐνανθρωπήσεως.