Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Κοὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν, κ. τ. ἑ. Ἡ γῆ ἐπιθυμητὴ ἡ βασιλεία ἐστὶ τῶν οὐρανῶν.

Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπʼ αὐτοὺς, κ. τ. ἑ. Χεῖρα λέγει τὰς κολαστικὰς αὐτοῦ δυνάμεις.

Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, κ. τ. ἑ. Βεελφεγὼρ εἴδωλον τοῦ Βὴλ ἐν τῷ τόπῳ τοῦ Φεγώρ.

Καὶ ἔφαγον θυσίας νεκρῶν, κ. τ. ἑ. Τελετὰς ἤγαγον τῷ Βεελφεγὼρ, μνησθέντες ἐν τοῖς μυστηοίοις αὐτοῦ.

Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, κ. τ. ἑ. Ἀνωτέρω μὲν λέγει, ὅτι ἔστη Μωϋσῆς καὶ ἀπέστρεψε τὴν θραῦσιν, ἀλλʼ ἐκόπασεν ἡ θραῦσις.

Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, κ. τ. ἑ. Μίγνυταί τις τοῖς ἔθνεσι δουλεύων γλυπτοῖς.

Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, κ. τ. ἑ. Πορνεύει ψυχὴ σπέρματα λαμβάνουσα τῆς ἀντικειμένης δυνάμεως, καὶ τίκτουσα τέκνα πονηρά.

Καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, κ. τ. ἑ. « Κληρονομία Κυρίου ψυχαὶ λογικαί. »

Καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτοὺς, κ. τ. ἑ. Δαίμονές εἰσιν οἱ μισοῦντες ἡμᾶς καὶ θλίβοντες τὰς ψυχὰς ἡμῶν.

Καὶ ἔδωκεν αὐτοὺς εἰς οὶκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτοῦς, κ. τ. ἑ. Ἐντεῦθεν μανθάνομεν, ὅτι καὶ τοῦ ἐλεεῖσθαι ἡμᾶς ὁ Κύριος ἀξίους ποιεῖ.

Ὅτι ἐχόρτασε ψυχὴν κενὸν, κ. τ. ἑ. Ψυχὴ κενή ἐστι ἡ ἀρετῶν καὶ γνώσεως ἐστερημένη.

Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάιου, κ. τ. ἑ. Καθὸ φῶς ἐστιν ὁ Κύριος, ἐξάγει tis, [*](80. iRom. I. 25.)

1568
ἡμᾶς ἐκ τοῦ σκότους, καθὸ δὲ ζωὴ. ἐκ θανάτου· καὶ πάλιν ὡς δυνατὸς διαῤῥήσσει δεσμούς.

πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, κ. τ. ἱ. Ὡσπερ οἱ νοσοῦντες πᾶν βρῶμα βδελύσσονται, οὔτως οἱ ἀκάθαρτοι πᾶσαν γνῶσιν ἀπωθοῦνται.

Αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ, κ. τ. ἑ. Ὅσοι περισπασμοῖς πολλοῖς καὶ ποικίλοις διὰ τὴν τῆς ἀρετῆς ἐργασίαν περιπίπτουσιν, οὗτοι ὁρῶσι τὰ ἔργα Κυρίου, τουτέστι τοὺς λόγους τῶν γεγονότων καὶ γινομένων.

Καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. κ. τ. ἑ. Σοφίαν Θεοῦ καταπίνει κακία· δικαιοσύνη δὲ Κυρίου διαφθείρει κακίαν.

Καὶ ἐσίγησε τὰ κύματα αὐτῆς, κ. τ. ἑ. Σιγὴν τῶν κυμάτων τὴν φθορὰν ὠνόμασε τῶν πειρασμῶν.

Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, κοὶ οὐχ ὀδῷ, κ. τ. ἑ. Ἐγκατέλιπεν αὐτοὺς πλανωμένους, καὶ οὐκ ἀντελάβετο αὐτῶν διὰ τὴν κακίαν αὐτῶν.

Ἑτοίμη ἡ καρδία μου, κ. τ. ἐ. Ὁ ἀποθέμενος τὰ πάθη, οὗτος ἡτοίμασε τὴν καρδίαν τῷ Θεῷ.

Μωὰβ λέβης τῆς ἐλπίδος μου, κ. τ. ἑ. Λέβης ἐστὶν ὁ τῷ πνεύματι ζέων, καὶ ἐλπίζων ἐπὶ τὸν Κύριον· ἥτις ἐλπὶς οὐ καταισχύνει τὸν ἐλπίζοντα.

Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, κ. τ. ἑ. Ἡ σάρξ ἐστι τὸ ὑπόδημα τοῦ Χριστοῦ, ῄ χρησάμενος ὁ Κύριος ἐπεδήμησε τῷ βίῳ τῶν ἀνθρώσπων.