Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ ἔφαγον θυσίας νεκρῶν, κ. τ. ἑ. Τελετὰς ἤγαγον τῷ Βεελφεγὼρ, μνησθέντες ἐν τοῖς μυστηοίοις αὐτοῦ.

Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, κ. τ. ἑ. Ἀνωτέρω μὲν λέγει, ὅτι ἔστη Μωϋσῆς καὶ ἀπέστρεψε τὴν θραῦσιν, ἀλλʼ ἐκόπασεν ἡ θραῦσις.

Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, κ. τ. ἑ. Μίγνυταί τις τοῖς ἔθνεσι δουλεύων γλυπτοῖς.

Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, κ. τ. ἑ. Πορνεύει ψυχὴ σπέρματα λαμβάνουσα τῆς ἀντικειμένης δυνάμεως, καὶ τίκτουσα τέκνα πονηρά.

Καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, κ. τ. ἑ. « Κληρονομία Κυρίου ψυχαὶ λογικαί. »

Καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτοὺς, κ. τ. ἑ. Δαίμονές εἰσιν οἱ μισοῦντες ἡμᾶς καὶ θλίβοντες τὰς ψυχὰς ἡμῶν.

Καὶ ἔδωκεν αὐτοὺς εἰς οὶκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτοῦς, κ. τ. ἑ. Ἐντεῦθεν μανθάνομεν, ὅτι καὶ τοῦ ἐλεεῖσθαι ἡμᾶς ὁ Κύριος ἀξίους ποιεῖ.