Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Zητήσατε τὸν Κύριον, κ. τ. ἑ. Ὁ τὰς ἐντολὰς ποιῶν τοῦ Θεοῦ, οὗτος ζητεῖ αὐτόν.
Zητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντὸς, κ. τ. ἑ. Τοῦτο λέγει τὸ πρόσωπον ζητεῖν ἡμᾶς, ὅπερ οἱ ἄγγελοι βλέπουσι διαπαντός.
Σπέρμα Ἀβραόμ δοῦλοι αὐτοῦ, κ. τ. ἑ. Οἱ τοῦ σπέρματος ὄντες τοῦ Ἀβραὰμ, δυνάμει εἰσὶν ἐκλεκτοί.
Ἐμνήσθη εἰς τόν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὖ ἐνετείλατο εἰς χιλίας γενεὰς, κ. τ. ἑ. Τὰς χιλίας γενεὰς οἱ μὲν τὰς πολλὰς αὐτὸν λέγειν γενεὰς ἐνόμισαν, οἱ δὲ τὰς ὑπὸ τούτου τοῦ ἀριθμοῦ περιγραφομένας.
Λέγων· Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα πληρονομίας ὑμῶν, κ. τ. ἑ. Πρὸ τῆς ἐπιδημίας Χριστοῦ οἱ Χαναναῖοι κατεῖχον ἡμῶν τὰς ψυχὰς, μὴ ἐῶντες ἡμᾶς καρποὺς ἐκφέρειν πνευματικούς.