Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρ, ρέψουσι, κ. τ. ἑ. Οἱ ἐκπίπτοντες τοῦ παρὰ τοῦ Θεοῦ δοθέντος αὐτοῖς εύματος γίνονται χοῖκοί.

[*](77 Job xxvi, 7.)[*](78 Psal. CXLVI. 4.)
1564

Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, κ. τ. ἑ. Ἣν Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην Δαυῖδ ἀνακαινισμὸν προσηγόρευσεν.

Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται, κ. τ. ἑ. Τὰ καπνιζόμενα ὅρη ἀποβάλλει τὴν κακίαν, ἁπτομένου αὐτῶν τοῦ πνευματικοῦ πυρὸς τοῦ βληθέντος ἐπὶ τὴν γῆν.

Ἐκλείπσαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, κ. τ. ἐ. Οὐχὶ μὴ ὑπάρχειν αὐτοὺς, ἀλλὰ μὴ ὑπάρχειν αὐτοὺς ἁμαρτωλούς.

Διηγήσασθε πάντα τὰ θαυμάαιια αὐτοῦ, κ. τ. ἑ. Ὁ κτησάμενος πᾶσαν τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, οὗτος δύναται διηγεῖσθαι πάντα τὰ θαυμάσια αὐτοῦ.

Zητήσατε τὸν Κύριον, κ. τ. ἑ. Ὁ τὰς ἐντολὰς ποιῶν τοῦ Θεοῦ, οὗτος ζητεῖ αὐτόν.

Zητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντὸς, κ. τ. ἑ. Τοῦτο λέγει τὸ πρόσωπον ζητεῖν ἡμᾶς, ὅπερ οἱ ἄγγελοι βλέπουσι διαπαντός.

Σπέρμα Ἀβραόμ δοῦλοι αὐτοῦ, κ. τ. ἑ. Οἱ τοῦ σπέρματος ὄντες τοῦ Ἀβραὰμ, δυνάμει εἰσὶν ἐκλεκτοί.

Ἐμνήσθη εἰς τόν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὖ ἐνετείλατο εἰς χιλίας γενεὰς, κ. τ. ἑ. Τὰς χιλίας γενεὰς οἱ μὲν τὰς πολλὰς αὐτὸν λέγειν γενεὰς ἐνόμισαν, οἱ δὲ τὰς ὑπὸ τούτου τοῦ ἀριθμοῦ περιγραφομένας.

Λέγων· Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα πληρονομίας ὑμῶν, κ. τ. ἑ. Πρὸ τῆς ἐπιδημίας Χριστοῦ οἱ Χαναναῖοι κατεῖχον ἡμῶν τὰς ψυχὰς, μὴ ἐῶντες ἡμᾶς καρποὺς ἐκφέρειν πνευματικούς.

Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσι αὐτοὺς, κ. τ. ἑ. Ἐντεῦθεν γινώσκομεν, ὅτι οἱ ἀδικούμενοι ὑπὸ ἀνθρώπων κατʼ ἐγκατάλειψιν ἀδικοῦνται Θεοῦ.

Μὴ ἅπτεσθε τῶν χρστῶν μου, κ. τ. ἑ. Οὗτοι οἱ χριστοὶ Χριστοῦ μετέχοντες λέγονται χριστοί· ὁ δὲ Χριστὸς τοῦ Πατρὸς μετέχων λέγεται Χριστός. Χριστὸν δέ φηρι τὸν μετὰ τοῦ Θεοῦ Λόγου ἐπιδημήσαντα Κύριον.

Καὶ ἐκραταίωσεν αὐτὸν ὑπέρ τοὺς ἐχθροὺς αὐτοῦ, κ. τ. ἑ. Χωρὶς ἀρετῆς καὶ γνώσεως Θεοῦ οὐκ ἄν τις γένοιτο τῶν ἐχθρῶν ἰσχυρότερος.

Εἶπε καὶ ἦλθε κυνόμυια, κ. τ. ἑ. Τὴν κυνόμυιαν οἱ Ἑβραῖοι ἑρμηνεύουσι πλῆθος πάμμιγον ἀγρίων καὶ σαρκοβόρων θηρίων· οἱ δὲ Ἐλληνες λέγουσι κυνόμυιαν τὴν τοῦ κυνὸς τοῦ ὑλακτοῦντος μυῖαν.

Κοὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν, κ. τ. ἐ. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἦσαν αἱ ἄμπελοι αὐτῶν, καὶ αἱ κληματίδες αὐτῶν ἐκ Γομόῤῥας.

Εἶπε, καὶ ἦλθεν ἀκρὶς, κ. τ. ἑ. Ἡ ἀκρὶς αὕτη κατεσθίει τὸ σπέρμα τὸ πονηρόν.