Selecta in Deuteronomium
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. Τουτέστιν, ἔσωσε παραγενόμενος τοὺς οὐ λαοὺς ποτὲ, νῦν δὲ λαοὺς Θεοῦ, τοὺς οὐκ ἠλεημένους, νῦν δὲ ἐλεηθέντας. « Ἐν τούτῳ γὰρ, φησὶν ὁ ἀπόστολος Πέτρος, ἐφανερώθη ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν. » Καὶ ὁ ἅγιος Ἰωάννης λέγει ἐν τῇ καθολικῇ, ὅτι « τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν διʼ αὐτοῦ. » Καὶ ὁ μακάριος δὲ Παῦλός φησιν· « Ὅ γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλʼ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. » Ἐφείσατο οὖν τοῦ λαοῦ.