Selecta in Deuteronomium

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Ἡσαΐας δὲ πάλιν γράφει· « Μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ. » Ποῖον ὕδωρ, ἐφʼ ᾧ δεῖ σπείρειν τὸ καλὸν σπέρμα; Εἴη δὲ τοῦτο βάπτισμα τῆς σωτηρίας, τὸ λουτρὸν τῆς παλιγγενεσίας. Σπεῖρε ἐπὶ τὸ μυστήριον τοῦ λουτροῦ, καὶ γίνῃ μακάριος. Ἐκεῖ βοῦς καὶ ὄνος πατεῖ, βοῦς ὁ καθαρὸς ὁ Ἰσραηλίτης, καὶ ὄνος ἀκάθαρτος ἐκ γένους ὁ ἀπὸ τῶν ἐθνῶν· ἵνα σύμβολον ᾖ ἀμφότερα τὰ ζῶα τοῦ λόγου τοῦ τοῖς ἔθνεσι κεκηρυγμένου. Πατεῖ οὖν βοῦς καὶ ὄνος, φησὶ, τοῦτο τὸ ὕδωρ ὅπου σπείρειν θέλομεν.