Selecta in Deuteronomium

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐὰν δέ τινι υἱὸς ἀπειθὴς ᾖ. Οὐχ ἁπλῶς βούλεται ἀναιρεῖσθαι αὐτοὺς παραπικραίνοντας τοὺς γονεῖς· ἀλλʼ ὅταν ἀμφότεροι συμφωνήσωσιν οἱ γονεῖς κατὰ τοῦ παιδός. Ἐπειδὴ γὰρ ἄν τε ὁ πατὴρ ὀργισθῇ, καὶ ἀνελεῖν ὁρμήσῃ τὸν υἱὸν, ἡ μήτηρ ἐπέχει· ἄν τε αὐτὴ παροξυνθῇ, ὁ πατὴρ οὐκ ἐᾷ· καὶ σπάνιον ἔσται συμφωνῆσαι τοὺς γονεῖς κατὰ τοῦ ἰδίου αὐτῶν τέκνου, προστάττει ὁ Θεὸς, ὅταν ἀμφότεροι συμφωνήσωσι κατὰ τοῦ παιδὸς, τότε καταλεύειν αὐτὸν, οὐ τοὺς γεννήσαντας, ἀλλὰ τοὺς λοιπούς.