Selecta in Numeros
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ. Τότε, φησὶν, ὅταν τὴν σαρκικὴν κατάστασιν εἰς πνευματικὴν διὰ τῆς πραγματικῆς μεταποιῇ.
Οἱ εὐλογοῦντές σε ηὐλόγηνται. Δύο πρόσωπ σημαίνει ἐπὶ τούτοις· εἰσὶ δὲ τῶν πιστῶν καὶ ἀπίστων ἐπὶ τοῦ Χριστοῦ. Καὶ μετʼ ὀλίγα· Ἐν τούτοις μὲν οὖν ἀνατέτραπται καὶ ἡ τῶν ἐναντιουμένων τοῦ Ἰσραὴλ ἐγχείρησις, καὶ ἡ τῆς μαγείας κακοτεχνία.
Καὶ ἐδεβηλώθη ὁ λαὸς ἐκπορνεῦσα. Ἡ δὲ γνώμη τοῦ πορνεῦσαι τοὺς Ἑβραίους καὶ προσκυνῆσαι τῷ Βεελφεγὼρ, τοῦ μάντεως ἦν. Διὸ φησὶ Μωϋσῆς· « Αὗται δὲ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ, κατὰ τὸ ῥῆμα Βαλαὰμ, τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Βεελφτγώρ. »
Καὶ ἔσται ὑμῖν τὸ κλίτος, τὸ πρὸς Αίβα. Ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου ἐπηγγείλατο τῷ Ἀβραάμ. Διὰ τί οὖν οὐκ ἔδωκεν αὐτοῖς; Οἱ γὰρ Ἀριθμοὶ ἐλαττοτέραν διδομένην σημαίνουσιν. Οἶμαι δὲ ὅτι δέδωκεν ἂν, εἰ κατὰ τὸν λαβόντα τὰς ἐπαγγελίας, πιστοὶ ἦσαν. Καὶ τοῦτο εἰκότως. Πολλάκις γὰρ κακὰ ἀπειλήσας οὐκ ἐπἠγαγε, μετενόησαν γὰρ,ὡς ἐπὶ τῶν Νινευιτῶν.
Πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔσονται γυναῖκες. Προστάττει οὖν ὁ Θεὸς πλὴν τῆς Ἰούδα καὶ τῆς Λευῒ μὴ ἐξεῖναι ἀπὸ φυλῆς εἰς φυλὴν συνάπτεσθαι, ἵνα μὴ ξένον τοῦ Σωτῆρος δειχθῇ ἄνωθεν ἐρχόμενον, τὸ, « Βασιλεὺς καὶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. »
[*](60 Num xxiv, 8. 61 Joan. iv, 34. 62 Num. xxiv, 8, 63 ibid. 9. 64 Num. xxv, 1. 65 Num. xxxi, 16. 66 Num. xxxiv, 3. 67 Num. xxxvi, 6.)