Selecta in Numeros

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἄνβρωπος ὁ ἀληλινῶς ὀρῶν. Ἐγὼ ὁ ποτὲ Βαλαὰμ, ὁ λαὸς ὁ μάταιος, διανοίξας τοὺς ἔσω μου ὀφθαλμοὺς τοῦ νοὸς, καὶ ἰδὼν τὸν πνευματικόν ποτε Ἰσραὴλ, καὶ τὴν κατʼ αὐτὸν οἰκονομίαν, τῆς τοῦ ἁγίου Πνεύματος ἀξιοῦμαι. Οὐχ ἁρμόζει τῷ ποτὲ Βαλαὰμ τὸ, « Φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὀρῶν, » καὶ τὰ ἐξῆς, ἀλλʼ ἁρμόζει τῷ νῦν Βαλαάμ. Ὡς καλοὶ οἱ οἶκοί σου, Ἰακὼβ, αἱ σκηνοί σου, Ἰσραήλ. Τὸ ὄνομα τοῦ Ἰακὼβ, οὐ τοῦ ἐνοικοῦντός ἐστιν, ἀλλὰ τοῦ οἴκου· τὸ δὲ τοῦ Ἰσραὴλ ὄνομα, τοῦ ἐνοικοῦντός ἐστι· τοῦ γὰρ σωματικοῦ πράγματός ἐστι τὸ, Ἰακοώβ.

Ὡσεὶ νάπαι σκιάζουσαι. Νάπαι νοηταί εἰσι σκιάζουσαι τὸ ἐν ᾧ λογικὰ ἔγκαρπα καὶ κατάκομα τῆς πραγματικῆς ἀρετῆς. Παράδεισοι ἐπὶ ποταμόν εἰσι νοητοὶ, τοπὸς ἐν ᾧ λογικὰ πεφύτευται ἀρδόμενα ἤτοι τῇ θεωρίᾳ τῶν γεγονότων, ἢ τῇ θεωρίᾳ τῆς ἁγίας Τριάδος.

Τοῦ αὐτοῦ. Οἱ ἐν σκηναῖς οἰκοῦντες, τῶν ὁδευόντων εἰσὶ, καὶ ἔστιν ἔξω τοῦ κόσμου τούτου ὀδὸς μεγάλη καὶ πολλαὶ σκηναί. Οἱ ἐνοικοῦντες, οὐκ εἰσὶ τῶν ὁδευόντων, ἀλλὰ τῶν ἱσταμένων.

Ὡσεὶ κέδροι παῤ ὕδατα. Κέδροι εἰσὶ νοηταὶ παῤ ὕδατα φυεῖσαι ψυχαὶ λογικαὶ ἀρδόμεναι τῇ γνώσει τῆς ἀληθείας.

Καὶ κυριεύσει ἐθνῶν πολλῶν. Κύριός ἐστιν ὁ ἐξουσιαστικῶς προστάσσων, δοῦλος δὲ ὁ δουλικῶς ὑπακούων. Κύριός ἐστιν ὁ τοῖς ἰδίοις πόνοις ὀνούμενος καὶ τῇ κυριότητι πεποιωμένος ἐλεύθερος πάθους. Δοῦλός ἐστιν ὁ ἐμπαθὴς καὶ ἐπιδεὴς τοῦ κρείττονος, καὶ χρῄζων τῆς ἐπιστασίας τοῦ ἰδίου κυρίου. Εἰσὶ δὲ κύριοι πολλοὶ, μακάριοι δὲ οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχοντες κύριον.

Καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία αὐτοῦ. Βασιλεία Γὼγ ἑρμηνεύεται δόματα. Κατὰ μίαν μὲν ἐκδοχὴν δόματά ἐστιν αἱ δωρεαὶ τοῦ ἁγίου Πνεύματος· κατὰ δὲ ἄλλην, « Ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν αὐτοῦ. » Ἔστιν οὖν βασιλεία τῆς τοιαύτης ἕξεως.

Ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου. Καὶ τὸν Σωτῆρα κατὰ τὸ, « Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου, » καὶ τὸν Ἰσραήλ. Τὸν μὲν ἐκβάλλει, τὸν δὲ καλεῖ.

Τοῦ αὐτοῦ. Ὁ χρηματισμὸς, τὸν Κύριον ἥξειν εἰς Αἴγυπτον, ἐδήλου τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν αὐτοῦ γενησομένην. Ἀἰγύπτῳ δὲ καὶ ὁ κόσμος οὗτος παραβάλλεται.

Ὡς δόξα μονοκέρωτος αὐτῷ. Μονόκερώς ἐστιν [*](50 Num. xxiii, 3. 51 ibid. 5. 52 ibid. 6. 53 ibid. 54 ibid. 7. 55 ibid. 56 Marc. xiii, 25. 57 Num. xxiv, 8. 58 Matth. ii, 15. 59 Num. xxiv, 8.)

584
νοητῶς ὁ Χριστὸς κατὰ τὸ συμβεβηκός· ἐξ οὗ μονόκεροι πολλοί. Ἀπὸ γὰρ ἑνὸς Ἰησοῦ Χριστοῦ πολλοὶ μετέσχον εἶναι χριστοί. Τινές φασι καὶ τὸν ἔλαφον μονόκερον εἶναι.

Ἔδεται ἔθνη τῶν ἐχθρῶν αὐτοῦ. Περὶ τοῦ Χριστοῦ· ἐχθρῶν αὐτοῦ ἔθν ἦμέν ποτε ἡμεῖς. Ἔδε. ται οὖν ἡμᾶς ὁ Χριστὸς, ἡ οὐσιώδης ἀρετὴ νεμομενη ἡμᾶς, καθὰ λέγει· « Ἐμὸν βρῶμά ἐστι τοῦ ποιῆσαι τὸ θέλημα τοῦ πέμψαντός με.

Καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ. Τότε, φησὶν, ὅταν τὴν σαρκικὴν κατάστασιν εἰς πνευματικὴν διὰ τῆς πραγματικῆς μεταποιῇ.

Οἱ εὐλογοῦντές σε ηὐλόγηνται. Δύο πρόσωπ σημαίνει ἐπὶ τούτοις· εἰσὶ δὲ τῶν πιστῶν καὶ ἀπίστων ἐπὶ τοῦ Χριστοῦ. Καὶ μετʼ ὀλίγα· Ἐν τούτοις μὲν οὖν ἀνατέτραπται καὶ ἡ τῶν ἐναντιουμένων τοῦ Ἰσραὴλ ἐγχείρησις, καὶ ἡ τῆς μαγείας κακοτεχνία.

Καὶ ἐδεβηλώθη ὁ λαὸς ἐκπορνεῦσα. Ἡ δὲ γνώμη τοῦ πορνεῦσαι τοὺς Ἑβραίους καὶ προσκυνῆσαι τῷ Βεελφεγὼρ, τοῦ μάντεως ἦν. Διὸ φησὶ Μωϋσῆς· « Αὗται δὲ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ, κατὰ τὸ ῥῆμα Βαλαὰμ, τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Βεελφτγώρ. »

Καὶ ἔσται ὑμῖν τὸ κλίτος, τὸ πρὸς Αίβα. Ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου ἐπηγγείλατο τῷ Ἀβραάμ. Διὰ τί οὖν οὐκ ἔδωκεν αὐτοῖς; Οἱ γὰρ Ἀριθμοὶ ἐλαττοτέραν διδομένην σημαίνουσιν. Οἶμαι δὲ ὅτι δέδωκεν ἂν, εἰ κατὰ τὸν λαβόντα τὰς ἐπαγγελίας, πιστοὶ ἦσαν. Καὶ τοῦτο εἰκότως. Πολλάκις γὰρ κακὰ ἀπειλήσας οὐκ ἐπἠγαγε, μετενόησαν γὰρ,ὡς ἐπὶ τῶν Νινευιτῶν.

Πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔσονται γυναῖκες. Προστάττει οὖν ὁ Θεὸς πλὴν τῆς Ἰούδα καὶ τῆς Λευῒ μὴ ἐξεῖναι ἀπὸ φυλῆς εἰς φυλὴν συνάπτεσθαι, ἵνα μὴ ξένον τοῦ Σωτῆρος δειχθῇ ἄνωθεν ἐρχόμενον, τὸ, « Βασιλεὺς καὶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. »

[*](60 Num xxiv, 8. 61 Joan. iv, 34. 62 Num. xxiv, 8, 63 ibid. 9. 64 Num. xxv, 1. 65 Num. xxxi, 16. 66 Num. xxxiv, 3. 67 Num. xxxvi, 6.)