Selecta in Numeros
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τοῦ αὐτοῦ. Εἰώθει ὁ Βαλαὰμ ταῖς αὐταῖς θυσίαις θεραπεύων προσκαλεῖσθαι τοὺς δαίμονας. Τοιαῦται γὰρ αἱ θυσίαι ἐτελοῦντο ἐν κόσμῳ τοῖς δαίμοσι. Διὰ τοῦτο οὖν ὁ Θεὸς θυσίαις ἀπαιτεῖ τὸν πρῶτον λαὸν, ἵνα διὰ τὸ προσφέρεσθαι τῷ Θεῷ, καταργηθῇ τὸ προσφέρεσθαι τοῖς δαίμοσιν εἰ καὶ τὰ μάλιστα σύμβολα ἦσαν.
Τοῦ αὐτοῦ. Ἐνανθρωπήσας οὗν ὁ Σωτὴρ ἀπέστειλε τοὺς μαθητὰς αὐτοῦ ἵνα λύσωσι τὴν ὄνον, τουτέστιν ἐκ τῶν δεσμῶν ὧν ἔδησεν ἡ ἀντικειμένη δύναμις, ὁ νοητὸς Βαλαάμ· καὶ λύσαντες ἤγαγον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιθέντες τῇ ὄνῳ τὰ ἱμάτια, τουτέστι τὰς ἀρετὰς τοῦ Εὐαγγελίου· καὶ ἐπικαθίσας αὐτῇ ῇ Σωτὴρ εἰσῆλθεν εἰς τὴν ἁγίαν πόλιν.
Καὶ παρέλαβε Βαλὰκ τὸν θαλαὰμ ἑαὶ τὴν κορυφὴν τοῦ Φογώρ. Ὑπελάμβανεν ὁ Βαλὰκ μεμετρημένην τὴν τέχνην τοῦ Βαλαὰμ ἐν τοῖς τόποις. Διὸ παρελάμβανεν αὐτὸν εἰς τὴν κορυφὴν τοῦ Φογὼρ, οἰόμενος ἰσχύειν τὸν μάγον ἐκεῖθεν ἀράσασθαι τὸν λαὸν τοῦ Θεοῦ τὸν Βαλαάμ. Φογὼρ δὲ ἑρμηνεύετσι ἡδυσμὸς, ἢ στόματος δέρμα, τουτέστιν, ἀκρότης φιληδονίας, καὶ νεκρότης λόγου. Ἐξ ὧν ἐπειρᾶτο ἀράσασθαι τὸν λαὸν τοῦ Θεοῦ ὁ Βαλαάμ.
Τοῦ αὐτοῦ. Δύο εἰσὶ κορυφαὶ, τουτέστιν ἀκροτάτης (46*) ἀρετῆ, καὶ τῆς κακίας· καὶ ὁ μὲν Μωυσῆς ἐπὶ τὸ ἄκρον τῆς ἀρετῆς ἀναβέβηκεν, ὁ δὲ Βαλαὰμ ἐπὶ τὸ ἄκρον τῆς κακίας.
Οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς αὐτῷ εἰς συνάντησιν τοῖς οἰωνοῖς. Σύμβολόν ἐστιν ὁ Βαλαὰμ οὗτος τοῦ ἐκ τῶν ἐθνῶν λαοῦ ὅστις ἐπηκολούθει τοῖς οἰωνοἴς τὸ πρότερον, γνοὺς δὲ ὅτι ἀκόρεστόν ἐστι Κυρίῳ. οὐ προσέθετο· ἀλλὰ μὴν καὶ ἑρμηνεύεται μάταιος [*](45 Num. xxii, 22. 46 ibid. 35 47 Num. xxiii, 1. 48 ibid. 28. 49 Num. xxiv, 1.) [*]((46*) Forte legeudum: Δύο εἰσὶ κορθφαὶ, τουτέστιν ἀκρότητες, ἀρεης καὶ κακίας.)