Selecta in Numeros
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶ. Μᾶν ὠνομάσθη ἀπὸ τοῦ τοὺς Ἐβραίους πρώτους θέαμα ξένον ὁρῶντας εἰπεῖν πρὸς ἀλλήλους τῇ πατρίῳ γλώσσῃ, « Μᾶν, » τουτέστι, « Τί τοῦτο; » ὅπερ οὐκ ἂν εἶπον, εἰ ἔθος ἦν, ὥς τινες τῶν ἐθνικῶν φασι, τὴν φύσιν τῶν τόπων ἀπʼ αἰῶνος τὰ τοιαῦτα φέρειν. Καὶ νῦν δὲ εἰ καταβαίνει μνήμης ἕνεκα μικρόν τι.
Καὶ οὐκέτι προσέθεντο. Λείπει, « τοῦ προφητεύειν. » Οὐκέτι, φησὶ, προεφήτευσαν. Εἰς ἅπαξ γὰρ προφητεύουσιν, ἵνα μὴ ἐξισωθῶσι Μωσεῖ· ἀλλ’ ὡς γνωσθῆναι ὅτι μετειλήφασι, καὶ πάντες ἅμα προφητεύουσιν. Ἒν γὰρ ἐν Χριστῷ τὸ Πνεῦμα, καὶ μία διὰ πάντων ἡ ἐνέργεια.
Καὶ ὁ λαὸς οὐκ ἐξῇρεν, ἕως ἐκαθοχίσθη Μοροάμ. Ἔμεινε δὲ ἡ σκηνὴ ἑπτὰ ἡμέρας ἐπὶ τὸν τόπον εἰς τιμὴν Μαρίας, ἵνα μὴ τοιαύτη οὗσα ἀκολουθῇ. Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ τὰ ἑξῆς. Ἀποσταλῆναι κελεύει τινὰς, δεικνὺς ὅτι πλησιάζουσι μὲν τῇ Παλαιστίνῃ. τῆς Αιγύπτου τὸ τοῖς Ἑβραίοις ἑτοιμότερον παραστήσας· καὶ τὸ ἄπιστον ἐξελέγξας, τάφον μὲν τὴν ἔρημον ἀπονέμει, οἷς ὁ νοῦς ἀπέμεινε σκληρός· θάνατος γὰρ ἀσεβῶν, τῆς ἐν τῷ ζῇν πλάνης αἱρετώτερος.
Καὶ ἐπωνόμασε Μωϋσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ, Ἰησοῦν. Ἐπισημαντέον ὅτι ὁ τοῦ Ναυὴ υἱὸς τύπος γέγονε τοῦ Χριστοῦ, ὃς τὸν οἴκτιστον λαὸν πλανώμενον ἐλευθερώσας, εἰς οὐρανὸν ἀνήγαγεν· οὐκ εἰς γῆν ἐσθίουσαν τοὺς ἐνοικοῦντας.
Ἦ μὴν οὐκ ὄψονται τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν. Παρατηρητέον ὅτι τῶν ἐκ τῆς γῆς Αἰγύπτου ἐξελθόντων εἰσῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας τινές· οὐδὲ γὰρ ὁ Θεὸς τοῦτο ἀπηγόρευσεν· ἀλλὰ μόνους τοὺς εἰκοστοέτεις καὶ ἐπάνω τῶν ἐξελθόντων ἐκ γῆς Αἰγύπτου μοσχοποιήσαντας ἀνεῖλεν ἐν τῇ ἐρήμῳ· φειδόμενος συγγενοῦς τῆς νεότητος αὐτοῖς, οἶς ὁ τῆς ζωῆς χρόνος οὕπω εἰκοστοέτης ἦν. καὶ πολλῷ μᾶλλον τοῖς βρέφεσι, καὶ παιδίοις, ἔως τῆς ἐφήβου ἡλικίας.
[*](33 Num. ii, 6. 34 ibid. 25. 35 Num. x, 15. 36 Num. xiii, 3. 37 ibid. 17. 38 Num. xiv, 25.)